1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

29

μεμάθηκα καὶ τετήρηκα ἐξ ἀρχῆς εἰς τήνδε τὴν πολιάν. εἰ οὖν πιστεύσεις καὶ βαπτισθῇς, σωθήσῃ· εἰ δὲ ἀπιστήσεις, κατακριθήσῃ. ταῦτα γὰρ ἃ σήμερον ὁρᾷς καὶ οἷς σεμνύνῃ, ἥ τε δόξα καὶ τρυφὴ καὶ ὁ πλοῦτος καὶ πᾶσα ἡ τοῦ βίου ἀπάτη, ὅσον οὔπω παρέρχεται, ἐκβαλοῦσι δέ σε καὶ μὴ βουλόμενον ἐντεῦθεν. καὶ τὸ μὲν σῶμα κατακλεισθήσεται σμικροτάτῳ μνήματι μονώτατον καταλειφθέν, πάσης τε ἀποστερηθὲν φίλων καὶ συγγενῶν ἑταιρείας· οἰχήσεται δὲ τὰ τερπνὰ τοῦ κόσμου, καὶ πολλὴ ἀηδία καὶ δυσώδης φθορά, ἀντὶ τῆς νυνὶ καλλονῆς καὶ εὐοσμίας, περιχυθήσεται· τὴν δὲ ψυχήν σου βαλοῦσιν ἐν τοῖς καταχθονίοις τῆς γῆς, ἐν τῇ καταδίκῃ τοῦ ᾅδου, ἕως τῆς τελευταίας ἀναστάσεως, ἡνίκα πάλιν ἀπολαβοῦσα ἡ ψυχὴ τὸ ἑαυτῆς 144 σῶμα ἐκριφθήσεται ἐκ προσώπου Κυρίου, καὶ παραδοθήσεται πυρὶ γεέννης ἀτελεύτητα φλογιζούσης. ταῦτά σοι συμβήσεται καὶ πολλῷ τούτων χείρονα, εἰ ἐμμείνῃς τῇ ἀπιστίᾳ. Εἰ δὲ προθύμως ὑπακούσεις τῷ καλοῦντί σε εἰς σωτηρίαν, καί, προσδραμὼν αὐτῷ πόθῳ καὶ χαρᾷ, τῷ φωτὶ αὐτοῦ σημειωθήσῃ, καὶ ἀμεταστρεπτὶ αὐτῷ ἀκολουθήσεις, πάντα μὲν ἀπαρνησάμενος, αὐτῷ μόνῳ κεκολλημένος, ὁποίας τεύξῃ ἀσφαλείας καὶ εὐφροσύνης ἄκουσον· Ἐὰν κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδῃς, ἡδέως ὑπνώσεις, καὶ οὐ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς τῶν ἀσεβῶν δαιμόνων ἐπερχομένας· ἀλλὰ πορεύσῃ πεποιθὼς ὡς λέων, καὶ ζήσῃ μετ' εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ γὰρ τῆς κεφαλῆς σου ἀγαλλίασις καὶ αἴνεσις, καὶ εὐφροσύνη καταλήψεταί σε· ἔνθα ἀπέδρα ὀδύνη, λύπη καὶ στεναγμός· τότε ῥαγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνατελεῖ, καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου, καὶ ἡ δόξα τοῦ Θεοῦ περιστελεῖ σε· τότε βοήσῃ, καὶ ὁ Θεὸς εἰσακούσεταί σου· ἔτι λαλοῦντός σου ἐρεῖ· Ἰδοὺ πάρειμι· ἐγὼ γάρ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου καὶ οὐ μνησθῶ· σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς. καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι σου ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς ἔριον λευκανῶ. τὸ γὰρ στόμα Κυρίου ἐλάλησε ταῦτα. 146 χι Λέγει πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Πάντα σου τὰ ῥήματα καλὰ καὶ θαυμαστά εἰσι, κἀγὼ ἐπίστευσα καὶ πιστεύω, πᾶσαν μὲν εἰδωλολατρείαν ἀπὸ καρδίας μισήσας· καί, πρὸ τοῦ εἰσελθεῖν γάρ σε πρός με, πλαγίως πως καὶ διστάζων πρὸς ταύτην διέκειτό μου ἡ ψυχή· νυνὶ δὲ τέλειον μῖσος ἐμίσησα, μαθὼν παρὰ σοῦ τὴν ματαιότητα τούτων καὶ τὴν ἀφροσύνην τῶν αὐτοῖς λατρευόντων. Ποθῶ δὲ τοῦ ἀληθινοῦ Θεοῦ δοῦλος γενέσθαι, εἴπερ οὐκ ἀπώσεταί με τὸν ἀνάξιον διὰ τὰς ἐμὰς ἀνομίας, ἀλλὰ συγχωρήσει μοι πάντα, φιλάνθρωπος ὢν καὶ εὔσπλαγχνος, καθὰ διδάσκεις, καὶ ἀξιώσει με δοῦλον αὐτοῦ γενέσθαι. ἤδη οὖν ἑτοίμως ἔχω καὶ τὸ βάπτισμα δέξασθαι, καὶ πάντα ὅσα εἴπῃς μοι φυλάξαι. τί δὲ χρή με ποιεῖν μετὰ τὸ βάπτισμα; καὶ εἰ ἀρκεῖ τοῦτο μόνον πρὸς σωτηρίαν, τὸ πιστεῦσαι καὶ βαπτισθῆναι, ἢ καὶ ἄλλα τινὰ δεῖ προστιθέναι; Καί φησι πρὸς αὐτὸν ὁ Βαρλαάμ· Ἄκουσον τί δεῖ ποιεῖν μετὰ τὸ βάπτισμα· πάσης μὲν ἁμαρτίας καὶ παντὸς πάθους ἀπέχεσθαι, ἐποικοδομεῖν δὲ ἐπὶ τῷ θεμελίῳ τῆς ὀρθοδόξου πίστεως τὴν τῶν ἀρετῶν ἐργασίαν, ἐπειδὴ πίστις χωρὶς τῶν ἔργων νεκρά ἐστιν, ὥσπερ καὶ ἔργα πίστεως δίχα. φησὶ γὰρ ὁ Ἀπόστολος· Ἐν πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε· φανερὰ δέ ἐστι τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστι, μοιχεῖαι, πορνεῖαι, ἀκαθαρσίαι, ἀσέλγειαι, εἰδωλολατρείαι, φαρμακεῖαι, ἔχθραι, ἔρις, ζῆλοι, 148 θυμοί, ἐρίθειαι, διχοστασίαι, αἱρέσεις, φθόνοι, φόνοι, φιλαργυρίαι, λοιδορίαι, φιληδονίαι, μέθαι, κῶμοι, ὑπερηφανίαι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς καὶ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν· ὁ δὲ καρπὸς τοῦ πνεύματός