1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

37

ἀπαρνησάμενοι, τὰ αἰώνια ἑαυτοῖς ἐθησαύρισαν ἀγαθά, καὶ τῆς μηδέποτε διαπιπτούσης μήτε θανάτῳ διακοπτομένης ἐπελάβοντο ζωῆς. Τούτους οὖν τοὺς θαυμασίους καὶ ὁσίους ἄνδρας καὶ ἡμεῖς οἱ εὐτελεῖς καὶ ἀνάξιοι μιμεῖσθαι σπουδάζομεν, οὐκ ἐφικνούμεθα δὲ τῷ ὕψει τῆς οὐρανοπολίτου αὐτῶν διαγωγῆς· ἀλλά, κατὰ τὸ ἐνὸν τῆς ἀσθενοῦς ἡμῶν καὶ ταλαιπώρου δυνάμεως, τὸν βίον αὐτῶν χαρακτηρίζομεν καὶ τὸ σχῆμα περιβεβλήμεθα, κἂν τῶν ἔργων διαμαρτάνωμεν, 184 πρόξενον γὰρ ἀναμαρτησίας τὸ θεῖον ἐπάγγελμα τοῦτο καὶ συνεργὸν τῆς ἐκ τοῦ θείου βαπτίσματος δοθείσης ἡμῖν ἀφθαρσίας ἐπιστάμεθα. καί, τοῖς λόγοις ἑπόμενοι τῶν μακαρίων ἐκείνων, πάνυ καταγινώσκομεν τῶν φθαρτῶν τούτων καὶ ἐπικήρων τοῦ βίου πραγμάτων, ἐν οἷς οὐδὲν ἔστιν εὑρεῖν βέβαιον, οὐδὲ ὁμαλόν, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον· ἀλλὰ ματαιότης ἐστὶ τὰ πάντα καὶ προαίρεσις πνεύματος, πολλὰς ἐν ἀτόμῳ φέροντα τὰς μεταβολάς· ὀνείρων γὰρ καὶ σκιᾶς, καὶ αὔρας κατὰ τὸν ἀέρα πνεούσης, εἰσὶν ἀσθενέστερα· μικρὰ καὶ πρὸς ὀλίγον ἡ χάρις, καὶ οὐδὲ χάρις· ἀλλὰ πλάνη τις καὶ ἀπάτη τῆς τοῦ κόσμου κακίας, ὅνπερ μὴ ἀγαπᾶν ὅλως, μισεῖν δὲ μᾶλλον ἐκ καρδίας δεδιδάγμεθα. καὶ ἔστι γε κατὰ ἀλήθειαν μισητὸς οὗτος καὶ ἀπευκταῖος· ὅσα γὰρ δωρεῖται τοῖς φίλοις αὐτοῦ, μετ' ὀργῆς αὖθις αὐτὰ ἀφαρπάζει, γυμνοὺς δὲ παντὸς ἀγαθοῦ καὶ αἰσχύνην ἠμφιεσμένους, φορτία τε περικειμένους βαρέα, τῇ αἰωνίᾳ παραπέμψει θλίψει· οὓς δ' αὖ πάλιν ὑψοῖ, τῇ ἐσχάτῃ θᾶττον ταπεινοῖ ταλαιπωρίᾳ, ὑποποδίους αὐτοὺς τιθεὶς καὶ ἐπίχαρμα πάντων τῶν ἐχθρῶν αὐτῶν. τοιαῦται οὖν αἱ χάριτες αὐτοῦ· τοιαῦτα τὰ δωρήματα αὐτοῦ. ἐχθρὸς γάρ ἐστι τῶν φίλων αὐτοῦ, καὶ ἐπίβουλος πάντων τῶν ποιούντων αὐτοῦ τὰ θελήματα, καὶ καταράσσων δεινῶς τοὺς ἐπερειδομένους ἐπ' αὐτόν, καὶ ἐκνευρίζων τοὺς ἐπ' αὐτῷ πεποιθότας. συνθήκας τίθησι μετὰ τῶν ἀφρόνων καὶ ἐπαγγελείας ψευδεῖς, ἵνα μόνον αὐτοὺς ἐπισπάσηται· ἐκείνων δὲ ἀγνωμονησάντων, ἀγνώμων αὐτὸς καὶ ψευδὴς διαδείκνυται, μηδὲν ὧν συνέθετο ἀποπληρῶν. 186 σήμερον γὰρ βρώμασιν ἡδέσι τὸν φάρυγγα αὐτῶν καταλεάνας, κατάβρωμα τοῖς ἐχθροῖς ὅλους αὐτοὺς αὔριον τίθησι. σήμερον βασιλέα τινὰ δείκνυσι, καὶ αὔριον δουλείᾳ τινὶ πονηρᾷ παραδίδωσι· σήμερον μυρίοις εὐθηνούμενον ἀγαθοῖς, αὔριον προσαίτην καὶ οἰκοτρίβων οἰκότριβα. σήμερον στέφανον δόξης αὐτοῦ τῇ κορυφῇ ἐπιτίθησιν· αὔριον τὸ πρόσωπον τῇ γῇ καταράσσει. σήμερον κοσμεῖ τὸν τράχηλον αὐτοῦ λαμπραῖς ἀξιωμάτων τιμαῖς· αὔριον ταπεινοῖ σιδηροῖς κλοιοῖς δεσμούμενον. ποθητὸν πρὸς μικρὸν τοῖς πᾶσι τοῦτον ἐργάζεται, μισητὸν δὲ μετ' ὀλίγον ἰσχυρῶς καὶ ἐβδελυγμένον. σήμερον εὐφραίνει, καὶ αὔριον θρήνοις αὐτὸν καὶ κοπετοῖς κατατήκει. ὁποῖον δὲ τούτων καὶ τὸ τέλος ἐπιτίθησιν ἄκουσον· οἰκήτορας γεέννης τοὺς ἠγαπηκότας αὐτὸν ἐλεεινῶς ἀπεργάζεται. τοιαύτην ἔχει γνώμην ἀεί, τοιαύτην πρόθεσιν ἀτεχνῶς. οὔτε τοὺς παρελθόντας θρηνεῖ, οὔτε τοὺς καταλειφθέντας οἰκτείρει. ἐκείνους γὰρ δεινῶς ἀπατήσας καὶ τοῖς ἄρκυσιν αὐτοῦ κατακλείσας, πρὸς τούτους αὖθις τὰ τῆς ἐπιστήμης μετενεγκεῖν πειρᾶται, μὴ θέλων τινὰ τῶν χαλεπῶν αὐτοῦ ἐκφυγεῖν παγίδων. Τοὺς μὲν οὖν τοιούτῳ δουλεύοντας ἀπηνεῖ καὶ πονηρῷ δεσπότῃ τοῦ ἀγαθοῦ καὶ φιλανθρώπου φρενοβλαβῶς ἑαυτοὺς μακρύναντας, εἰς τὰ παρόντα δὲ κεχηνότας πράγματα καὶ τούτοις προστετηκότας, μηδόλως τῶν μελλόντων λαμβάνοντας ἔννοιαν, καὶ εἰς μὲν τὰς σωματικὰς ἀπολαύσεις ἀδιαλείπτως ἐπειγομένους, τὰς δὲ ψυχὰς ἐῶντας λιμῷ κατατήκεσθαι καὶ μυρίοις ταλαιπωρεῖσθαι κακοῖς, ὁμοίους εἶναι δοκῶ ἀνδρὶ φεύγοντι ἀπὸ 188 προσώπου μαινομένου μονοκέρωτος, ὅς, μὴ φέρων τὸν ἦχον τῆς αὐτοῦ βοῆς καὶ τὸν φοβερὸν αὐτοῦ μυκηθμόν, ἀλλ' ἰσχυρῶς ἀποδιδράσκων τοῦ μὴ γενέσθαι τούτου κατάβρωμα, ἐν τῷ τρέχειν αὐτὸν ὀξέως μεγάλῳ τινὶ περιπέπτωκε βόθρῳ· ἐν δὲ τῷ ἐμπίπτειν αὐτῷ, τὰς χεῖρας ἐκτείνας,