1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

95

καταγελᾶσθαι, μᾶλλον δὲ πενθεῖσθαι; μανίας γὰρ τὰ ἔργα ὑμῶν, οὐκ εὐσε 484 βείας ἐστίν. ὁ μὲν γὰρ πόλεμον ἀσκήσας, στρατιωτικῆς ἀντίμιμον ἰδέας ξόανον ἱδρύσας, ἐκάλεσεν Ἄρην· ὁ δὲ γυναικομανοῦς ἐπιθυμίας τὴν ψυχὴν ἀνατυπωσάμενος, ἐθεοποίησε τὸ πάθος, Ἀφροδίτην προσαγορεύσας. ἄλλος, τῆς ἑαυτοῦ φιλοινίας ἕνεκεν, ἔπλασεν εἴδωλον, ὅπερ ἐκάλεσε ∆ιόνυσον. ὁμοίως δὲ καὶ τῶν ἄλλων κακῶν ἐπιθυμηταὶ τῶν ἰδίων παθῶν ἔστησαν εἴδωλα· τὰ πάθη γὰρ αὐτῶν θεοὺς ὠνόμασαν. καὶ διὰ τοῦτο παρὰ τοῖς αὐτῶν βωμοῖς ἡδυπαθεῖς εἰσιν ὀρχήσεις, πορνικῶν ἀσμάτων ἦχοι καὶ μανιώδεις ὁρμαί. τίς δὲ αὐτῶν καθεξῆς τὴν βδελυρὰν ἐξείποι πρᾶξιν; τίς ἀνέξεται, τὰς ἐκείνων αἰσχρολογίας καταλέγων, τὸ ἑαυτοῦ μολῦναι στόμα; ἀλλὰ πᾶσι δῆλα, κἂν ἡμεῖς σιωπῶμεν. ταῦτά σου τὰ σεβάσματα, Θευδᾶ τῶν ξοάνων σου ἀναισθητότερε, τούτοις με ἐπιτρέπεις προσκυνεῖν, ταῦτα σέβεσθαι. τῆς σῆς ὄντως κακουργίας καὶ ἀσυνέτου γνώμης ἡ βουλή· ἀλλ' ὅμοιος αὐτῶν γένοιο, σύ τε καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς. Ἐγὼ δὲ τῷ Θεῷ μου λατρεύσω, καὶ αὐτῷ θύσω ὅλον ἐμαυτόν, τῷ Θεῷ τῷ κτίστῃ καὶ προνοητῇ τῶν ἁπάντων διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς ἐλπίδος ἡμῶν, δι' οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα τῶν φώτων ἐν Πνεύματι Ἁγίῳ, δι' οὗ ἐξηγοράσθημεν τῆς πικρᾶς δουλείας ἐν τῷ αἵματι αὐτοῦ. εἰ μὴ γὰρ ἐταπείνωσεν ἑαυτὸν μέχρι καὶ δούλου μορφῆς, οὐκ ἂν ἡμεῖς τῆς υἱοθεσίας ἠξιώθημεν. ἐταπεινώθη γοῦν δι' ἡμᾶς, οὐχ ἁρπαγμὸν ἡγούμενος τὴν θεότητα, ἀλλ' ὃ ἦν διέμεινε, καὶ ὃ οὐκ ἦν 486 προσέλαβεν, ὡμίλησε τοῖς ἀνθρώποις, ἀνῆλθεν ἐν τῷ σταυρῷ τῇ σαρκὶ αὐτοῦ, ἐτέθη τάφῳ ἐπὶ τρισὶν ἡμέραις, κατῆλθεν ἐν τῷ ᾅδῃ, καὶ ἐξήγαγεν οὓς κατεῖχε δεσμίους ὁ δεινὸς κοσμοκράτωρ πεπραμένους ὑπὸ τῆς ἁμαρτίας. τίς οὖν ἐγένετο βλάβη αὐτῷ ἐκ τούτων, ὅ τι χλευάζειν δοκεῖς; οὐχ ὁρᾷς τὸν ἥλιον τοῦτον, πόσοις καταπέμπει τὴν ἀκτῖνα τόποις ἀχρήστοις καὶ ῥυπαροῖς; πόσα ἐπιβλέπει σώματα νεκρῶν ὀδωδότα; μή τις αὐτῷ προστρίβεται μῶμος; οὐ τὰ ῥυπαρὰ μὲν καὶ σεσηπότα ξηραίνει καὶ συσφίγγει, τὰ ἐσκοτισμένα δὲ φωτίζει, καὶ αὐτὸς ἀσινὴς πάντη καὶ ἀνεπίδεκτος παντὸς ὑπάρχει ῥύπου; τί δὲ τὸ πῦρ; οὐ τὸν σίδηρον μέλανα λαβὼν ἐν ἑαυτῷ καὶ ψυχρόν, φλογοειδῆ ὅλον καὶ πεπυρακτωμένον ἐργάζεται; μή τι μετέλαβε τῶν ἰδιωμάτων τοῦ σιδήρου; μή, τυπτομένου τοῦ σιδήρου σφύραις καὶ μαστιζομένου, πάσχει τι τὸ πῦρ ἢ βλάβην ὅλως ὑφίσταται; Εἰ οὖν τὰ κτιστὰ ταῦτα καὶ φθαρτὰ οὐδὲν ἀπὸ τῆς κοινωνίας τῶν εὐτελεστέρων πάσχειν πέφυκε, τίνι λόγῳ, ἀνόητε σὺ καὶ λιθοκάρδιε, χλευάζειν με τολμᾷς λέγοντα ὅτι ὁ υἱὸς καὶ λόγος τοῦ Θεοῦ, οὐδόλως ἐκστὰς τῆς πατρικῆς δόξης, ἀλλ' ὁ αὐτὸς ὢν Θεός, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον, ἵνα τοὺς ἀνθρώπους κοινωνοὺς ποιήσῃ τῆς θείας καὶ νοερᾶς φύσεως, καὶ ἐκ τῶν καταχθονίων τοῦ ᾅδου ἐξαγαγὼν τὴν ἡμῶν οὐσίαν, τῇ οὐρανίῳ τιμήσῃ δόξῃ ἵνα τὸν ἄρχοντα τοῦ σκότους τοῦ αἰῶνος τούτου, τῇ προσλήψει τῆς σαρκὸς δελεάσας, χειρώσηται, καὶ τὸ γένος ἡμῶν τῆς αὐτοῦ τυραννίδος ἐλευθερώσειεν. ἔνθεν τοι καὶ ἀπαθῶς προσ 488 ομιλεῖ τῷ πάθει τοῦ σταυροῦ, τὰς δύο παριστῶν φύσεις αὐτοῦ· ὡς μὲν γὰρ ἄνθρωπος σταυροῦται, ὡς θεὸς δὲ σκοτίζει τὸν ἥλιον, κλονεῖ τὴν γῆν, καὶ πολλὰ κεκοιμημένα ἐγείρει σώματα ἐκ τῶν μνημάτων· πάλιν ὡς ἄνθρωπος θνήσκει, ὡς δὲ θεὸς ἐξανίσταται σκυλεύσας τὸν ᾅδην. διὸ καὶ κέκραγεν ὁ προφήτης· Ὁ ᾅδης ἐπικράνθη συναντήσας σοι κάτω. ἐπικράνθη γὰρ καὶ ἐνεπαίχθη ἄνθρωπον δοκῶν λαβεῖν ψιλόν, τῷ Θεῷ δὲ περιτυχών, καὶ κενὸς ἐξαίφνης γεγονὼς καὶ αἰχμάλωτος. ἐγείρεται τοιγαροῦν ὡς Θεός, καὶ ἀνέρχεται εἰς οὐρανούς, ὅθεν οὐδαμῶς ἐχωρίσθη. καὶ τὴν φύσιν ἡμῶν τὴν εὐτελῆ, τὴν πάντων ἀσυνετωτέραν, τὴν ἀγνώμονα καὶ ἠτιμωμένην, τῶν πάντων ἀνωτέραν πεποίηκε, καὶ ἐπὶ θρόνου δόξης ἐνίδρυσε, δόξης ἀποστίλβουσαν ἀθανάτου.