1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

17

ἀπορριφθέντα δόξης, ἐκεῖνον δὲ πρὸς τοιαύτην τιμὴν ἀναγόμενον, καὶ ἐμηχανήσατο ἐκβαλεῖν αὐτὸν τῆς μακαρίας ἐκείνης διαγωγῆς. τὸν ὄφιν οὖν ἐργαστήριον τῆς ἰδίας πλάνης λαβόμενος, δι' αὐτοῦ ὡμίλησε τῇ γυναικί, καί, πείσας αὐτὴν φαγεῖν ἐκ τοῦ ἀπηγορευμένου ἐκείνου ξύλου ἐλπίδι θεώσεως, δι' αὐτῆς ἠπάτησε καὶ τὸν Ἀδάμ, οὕτω τοῦ πρωτοπλάστου κληθέντος. καὶ φαγὼν ὁ πρῶτος ἄνθρωπος τοῦ φυτοῦ τῆς παρακοῆς ἐξόριστος γίνεται τοῦ παραδείσου τῆς τρυφῆς ὑπὸ τοῦ ∆ημιουργοῦ, καί, ἀντὶ τῆς μακαρίας ζωῆς ἐκείνης καὶ ἀνωλέθρου διαγωγῆς, εἰς τὴν ἀθλίαν ταύτην καὶ ταλαίπωρον (φεῦ μοι) βιοτὴν ἐμπίπτει, καὶ θάνατον τὸ τελευταῖον καταδικάζεται. ἐντεῦθεν ἰσχὺν ὁ διάβολος λαβὼν καὶ τῇ νίκῃ ἐγκαυχώμενος, πληθυνθέντος τοῦ γένους τῶν ἀνθρώπων, πᾶσαν κακίας ὁδὸν αὐτοῖς ὑπέθετο. ὡς, ἐντεῦθεν διακόψαι τὴν πολλὴν τῆς ἁμαρτίας φορὰν βουλόμενος, ὁ Θεὸς κατακλυσμὸν ἐπήγαγε τῇ γῇ, ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν· ἕνα δὲ μόνον εὑρὼν δίκαιον ἐν τῇ γενεᾷ ἐκείνῃ, τοῦτον σὺν γυναικὶ καὶ τέκνοις ἐν κιβωτῷ τινι 84 περισώσας, μονώτατον εἰς τὴν γῆν κατέστησεν. ἡνίκα δὲ ἤρξατο πάλιν εἰς πλῆθος τὸ τῶν ἀνθρώπων γένος χωρεῖν, ἐπελάθοντο τοῦ Θεοῦ καὶ εἰς χεῖρον ἀσεβείας προέκοψαν, διαφόροις δουλωθέντες ἁμαρτήμασι, καὶ δεινοῖς καταφθαρέντες ἀτοπήμασι, καὶ εἰς πολυσχιδῆ πλάνην διαμερισθέντες. Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος ∆εσπότου· ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες· ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν, τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους, ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα, καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα, οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ, καὶ τοῖς ἄστροις ἃ ἔθετο ὁ Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ, ἄψυχά τε ὄντα καὶ ἀναίσθητα, τῇ προνοίᾳ τοῦ ∆ημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα, οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα· οἱ δὲ τῷ πυρὶ καὶ τοῖς ὕδασι καὶ τοῖς λοιποῖς στοιχείοις τῆς γῆς, ἀψύχοις καὶ ἀναισθήτοις οὖσι· καὶ οὐκ ᾐσχύνθησαν οἱ ἔμψυχοι καὶ λογικοὶ τὰ τοιαῦτα σέβεσθαι· ἄλλοι θηρίοις καὶ ἑρπετοῖς καὶ κτήνεσι τετραπόδοις τὸ σέβας ἀπένειμαν, κτηνωδεστέρους τῶν σεβομένων ἑαυτοὺς ἀποδεικνύντες· οἱ δὲ ἀνθρώπων τινῶν αἰσχρῶν καὶ εὐτελῶν μορφώματα ἀνετυπώσαντο, καὶ τούτους θεοὺς ἐκάλεσαν, καὶ τοὺς μὲν αὐτῶν ἄρρενας, τινὰς δὲ θηλείας ὠνόμασαν, 86 οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς, ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικούς, πατροκτόνους καὶ ἀδελφοκτόνους, κλέπτας καὶ ἅρπαγας, χωλοὺς καὶ κυλλούς, καὶ φαρμακούς, καὶ μαινομένους, καὶ τούτων τινὰς μὲν τετελευτηκότας, τινὰς δὲ κεκεραυνωμένους, καὶ κοπτομένους, καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις, καὶ φυγάδας γενομένους, καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν· ὅθεν, λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὰς ἀπὸ τῶν θεῶν αὐτῶν, ἀδεῶς κατεμιαίνοντο πάσῃ ἀκαθαρσίᾳ. καὶ δεινὴ κατεῖχε σκότωσις τὸ γένος ἡμῶν ἐν ἐκείνοις τοῖς χρόνοις, καὶ οὐκ ἦν ὁ συνιών, οὐκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν. Ἀβραὰμ δέ τις ἐν ἐκείνῃ τῇ γενεᾷ μόνος εὑρέθη τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων, ὃς τῇ θεωρίᾳ τῶν κτισμάτων ἐπέγνω τὸν ∆ημιουργόν. Κατανοήσας γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν, ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά, ἐθαύμασε τὴν ἐναρμόνιον ταύτην διακόσμησιν· ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα, οὐκ αὐτομάτως γεγενῆσθαι καὶ συντηρεῖσθαι ἐνόμισεν, οὔτε μὴν τοῖς στοιχείοις τῆς γῆς ἢ τοῖς ἀψύχοις εἰδώλοις τὴν αἰτίαν τῆς τοιαύτης διακοσμήσεως προσανέθετο· ἀλλὰ τὸν ἀληθῆ Θεὸν διὰ τούτων ἐπέγνω, καὶ αὐτὸν εἶναι ∆ημιουργὸν τοῦ παντὸς καὶ συνοχέα