1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

32

ἀναχωνεύουσα. τοῦτο γὰρ τὸ δώρημα ἅπαξ δέδοται· ἀλλὰ διὰ μετανοίας ἐμπόνου καὶ θερμῶν δακρύων, κόπων τε καὶ ἱδρώτων, γίνεται καθαρισμὸς καὶ συγχώρησις τῶν πταισμάτων διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν. βάπτισμα γὰρ ἐκλήθη καὶ ἡ τῶν δακρύων πηγή, κατὰ χάριν τοῦ ∆εσπότου, ἀλλὰ πόνου καὶ χρόνου δεόμενον· καὶ πολλοὺς τῶν πολλῶν διεσώσατο πταισμάτων· καθότι οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, εἴπερ φθάσομεν μετανοῆσαι καὶ δάκρυσι πταισμάτων αἶσχος ἀπονίψασθαι, καὶ μὴ προλαβὼν ὁ θάνατος ῥερυπωμένους ἡμᾶς ἐκβαλεῖ τῶν ἐντεῦθεν· οὐκ ἔστι γὰρ ἐν τῷ ᾅδῃ ἐξομολόγησις, οὐδὲ μετάνοια· ἕως δὲ ἐν τοῖς ζῶσιν ὦμεν, τοῦ θεμελίου τῆς ὀρθοδόξου πίστεως ἀρραγοῦς διαμένοντος, κἄν τι τῆς δοκώσεως ἢ τῆς ἐνδομήσεως παραλυθῇ, ἔξεστι τὸ σαθρωθὲν τοῖς πταίσμασι τῇ μετανοίᾳ αὖθις ἀνακαινίσαι. πλῆθος γὰρ οἰκτιρμῶν Θεοῦ ἀριθμῆσαι καὶ μέγεθος ἐλέους αὐτοῦ μετρῆσαι ἀδύνατον· ἁμαρτήματα δὲ οἷά περ ἂν ὦσι καὶ πταίσματα μέτρῳ ὑπόκεινται καὶ ἀριθμητὰ εἶναι συμβαίνει. τὰ οὖν μέτρῳ καὶ ἀριθμῷ ὑποκείμενα πταίσματα ἡμῶν τὸ ἀμέτρητον ἔλεος καὶ τοὺς ἀναριθμήτους οἰκτιρμοὺς τοῦ Θεοῦ νικῆσαι οὐ δύναται. 160 ∆ιὸ οὐ προσετάχθημεν ἐπὶ τοῖς ἡμαρτημένοις ἀπογινώσκειν, ἀλλ' ἐπιγινώσκειν τὴν ἀγαθότητα τοῦ Θεοῦ, καὶ καταγινώσκειν τῶν ἁμαρτημάτων ὧν ἡ ἄφεσις πρόκειται διὰ φιλανθρωπίαν τοῦ Χριστοῦ, ὃς ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν τὸ ἴδιον ἐξέχεεν αἷμα. πολλαχόθεν δὲ τῆς γραφῆς διδασκόμεθα τὴν δύναμιν τῆς μετανοίας, καὶ μάλιστα ἐκ τῶν προσταγμάτων καὶ παραβολῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπὸ τότε γάρ, φησίν, ἤρξατο ὁ Ἰησοῦς διδάσκειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν. ἀλλὰ καὶ ἐν παραβολῇ υἱόν τινα εἰσηγεῖται, λαβόντα τὴν τοῦ πατρὸς οὐσίαν καὶ εἰς χώραν ἀποδημήσαντα μακράν, κἀκεῖ ἐν ἀσωτίᾳ πάντα καταναλώσαντα, εἶτα, λιμοῦ κατὰ τὴν χώραν ἐκείνην γενομένου, ἀπελθόντα καὶ κολληθέντα ἑνὶ τῶν πονηρῶν πολιτῶν τῆς πολυαμαρτήτου χώρας ἐκείνης· ὃς καὶ ἔπεμψεν αὐτόν, φησίν, εἰς τοὺς ἀγροὺς αὐτοῦ βόσκειν χοίρους· τὴν τραχυτάτην καὶ βδελυρὰν ἁμαρτίαν οὕτω καλέσας. πολλὰ οὖν μογήσας, καὶ εἰς ἐσχάτην ἐληλακὼς ταλαιπωρίαν, ὡς μηδὲ τῆς βρομώδους τῶν χοίρων τροφῆς τὴν ἰδίαν ἰσχύειν ἐμπλῆσαι γαστέρα, εἰς συναίσθησιν ὀψέ ποτε ἐλθὼν τῆς τοιαύτης αἰσχύνης, θρηνῶν ἑαυτὸν ἔλεγε· Πόσοι μίσθιοι τοῦ πατρός μου περισσεύονται ἄρτων, ἐγὼ δὲ λιμῷ ἀπόλλυμαι. ἀναστὰς πορεύσομαι πρὸς τὸν πατέρα μου, καὶ ἐρῶ αὐτῷ· Πάτερ, ἥμαρτον εἰς τὸν οὐρανὸν καὶ ἐνώπιόν σου, καὶ οὐκ εἰμὶ ἄξιος κληθῆναι υἱός σου· ποίησόν με ὡς ἕνα τῶν μισθίων σου. καὶ ἀναστὰς ἦλθε πρὸς τὸν πατέρα αὐτοῦ. ὁ δέ, πόρρωθεν ἰδὼν αὐτόν, 162 ἐσπλαγχνίσθη, καὶ προσδραμὼν ἐνηγκαλίσατο καὶ συμπαθῶς κατεφίλησε· καὶ τῆς προτέρας ἀξιώσας τιμῆς ἑορτὴν χαρμόσυνον ἐπὶ τῇ αὐτοῦ ἀνευρέσει ἐποιήσατο, θύσας τὸν μόσχον τὸν σιτευτόν. ἰδοὺ ταύτην τὴν παραβολὴν περὶ τῶν ἐξ ἁμαρτιῶν ὑποστρεφόντων καὶ ἐν μετανοίᾳ προσπιπτόντων ἡμῖν ἐξηγήσατο. ἀλλὰ καὶ ποιμένα τινὰ ἀγαθὸν αὖθις δηλοῖ ἑκατὸν ἐσχηκότα πρόβατα καί, τοῦ ἑνὸς ἀπολωλότος, καταλιπόντα τὰ ἐνενηκονταεννέα, εἰς ἐπιζήτησιν τοῦ ἀλωμένου ἐξελθεῖν, ἕως εὑρὼν αὐτό, καὶ τοῖς ὤμοις ἀναλαβών, τοῖς ἀπλανέσι συγκατέμιξε, συγκαλέσας τοὺς φίλους καὶ τοὺς γείτονας εἰς εὐωχίαν ἐν τῇ τούτου εὑρέσει. Οὕτω, φησὶν ὁ Σωτήρ, χαρὰ ἔσται ἐν οὐρανῷ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, ἢ ἐπὶ ἐνενηκονταεννέα δικαίοις, οἵτινες οὐ χρείαν ἔχουσι μετανοίας. Ἀμέλει καὶ ὁ κορυφαῖος τῶν μαθητῶν Πέτρος, ἡ τῆς πίστεως πέτρα, κατ' αὐτὸν τὸν καιρὸν τοῦ σωτηρίου πάθους, πρὸς μικρὸν ἐγκαταλειφθεὶς οἰκονομικῇ τινι ἐγκαταλείψει, ὡς ἂν γνῷ τῆς ἀνθρωπίνης ἀσθενείας τὸ εὐτελὲς καὶ ταλαίπωρον, ἀρνήσεως περιπέπτωκεν