1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

14

γενόμενος τὴν ψυχήν, ἐκέλευσε θᾶττον εἰσαγαγεῖν τὸν ἄνδρα. Ὡς οὖν εἰσῆλθεν ὁ Βαρλαάμ, καὶ δέδωκεν αὐτῷ τὴν πρέπουσαν εἰρήνην, ἐπέτρεψεν αὐτὸν καθεσθῆναι, καί, τοῦ παιδαγωγοῦ ὑποχωρήσαντος, λέγει ὁ Ἰωάσαφ τῷ γέροντι· Ὑπόδειξον μοι τὸν πολύτιμον λίθον, περὶ οὗ μεγάλα τινὰ καὶ θαυμαστὰ λέγειν σε ὁ ἐμὸς παιδαγωγὸς διηγήσατο. ὁ δὲ Βαρλαὰμ οὕτως ἀπήρξατο τῆς πρὸς αὐτὸν διαλέξεως· Οὐ δίκαιον ἐστιν, ὦ βασιλεῦ, ψευδῶς τι καὶ ἀπερισκέπτως πρὸς τὸ ὑπερέχον τῆς σῆς δόξης λέγειν με· πάντα γὰρ τὰ δηλωθέντα σοι 68 παρ' ἐμοῦ ἀληθῆ εἰσι καὶ ἀναμφίλεκτα. ἀλλ', εἰ μὴ πρότερον δοκιμὴν τῆς σῆς λάβω φρονήσεως, οὐ θέμις τὸ μυστήριον φανερῶσαί σοι. φησὶ γὰρ ὁ ἐμὸς ∆εσπότης· Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ· καὶ ἐν τῷ σπείρειν αὐτόν, ἃ μὲν ἔπεσε παρὰ τὴν ὁδόν, καὶ ἦλθε τὰ πετεινὰ καὶ κατέφαγεν αὐτά· ἄλλα δὲ ἔπεσε παρὰ τὰ πετρώδη, ὅπου οὐκ εἶχε γῆν πολλήν, καὶ εὐθέως ἐβλάστησε, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ἡλίου δὲ ἀνατείλαντος ἐκαυματίσθη, καί, διὰ τὸ μὴ ἔχειν ῥίζαν, ἐξηράνθη· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ ἀπέπνιξαν αὐτά· ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἑκατοστεύοντα. εἰ μὲν οὖν γῆν εὕρω ἐν τῇ καρδίᾳ σου καρποφόρον καὶ ἀγαθήν, οὐκ ὀκνήσω τὸν θεῖον σπόρον ἐμφυτεῦσαί σοι καὶ φανερῶσαι τὸ μέγα μυστήριον· εἰ δὲ πετρώδης αὕτη καὶ ἀκανθώδης ἐστί, καὶ ὁδὸς πατουμένη τῷ βουλομένῳ παντί, κρεῖττον μηδόλως τοῦτον δὴ τὸν σωτήριον καταβαλεῖν σπόρον καὶ εἰς διαρπαγὴν αὐτὸν θεῖναι τοῖς πετεινοῖς καὶ θηρίοις, ὧν ἔμπροσθεν ὅλως μὴ βαλεῖν τοὺς μαργαρίτας ἐντέταλμαι. ἀλλὰ πέπεισμαι περὶ σοῦ τὰ κρείττονα καὶ ἐχόμενα σωτηρίας, ὅτι καὶ τὸν λίθον ὄψει τὸν ἀτίμητον, καὶ τῇ αἴγλῃ τοῦ φωτὸς αὐτοῦ φῶς καὶ αὐτὸς ἀξιωθήσῃ γενέσθαι, καὶ καρπὸν ἐνέγκῃς ἑκατοστεύοντα. διὰ σὲ γὰρ ἔργον ἐθέμην καὶ μακρὰν διήνυσα ὁδόν, τοῦ ὑποδεῖξαί σοι ἃ οὐχ ἑώρακας πώποτε καὶ διδάξαι ἃ οὐκ ἀκήκοας. Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Ἐγὼ μέν, πρεσβύτα τίμιε, πόθῳ τινὶ καὶ ἔρωτι ἀκατα 70 σχετῷ ζητῶ λόγον ἀκοῦσαι καινόν τινα καὶ ἀγαθόν, καὶ πῦρ ἔνδοθεν ἐν τῇ καρδίᾳ μου ἐκκέκαυται δεινῶς φλέγον με καὶ παρορμῶν μαθεῖν ἀναγκαίας τινὰς συζητήσεις· οὐκ ἔτυχον δὲ μέχρι τοῦ νῦν ἀνθρώπου δυναμένου πληροφορῆσαί με περὶ τούτων. εἰ δὲ τύχω σοφοῦ τινος καὶ ἐπιστήμονος, καὶ ἀκούσω λόγον σωτηρίας, οὔτε πετεινοῖς, ὡς οἶμαι, τοῦτον ἐκδώσω, οὔτε θηρίοις, οὔτε μὴν πετρώδης φανήσομαι, ὡς ἔφης, οὔτε ἀκανθώδης, ἀλλὰ καὶ εὐγνωμόνως δέξομαι καὶ εἰδημόνως τηρήσω. σὺ δέ, εἴ τι τοιοῦτον ἐπίστασαι, μὴ διακρύψῃς ἀπ' ἐμοῦ, ἀλλ' ἀνάγγειλόν μοι. ὡς γὰρ ἤκουσα ἐκ μακρᾶς ἀφικέσθαι σε γῆς, ἥσθη μου ἡ ψυχή, καὶ εὔελπις ἐγενόμην διὰ σοῦ τοῦ ποθουμένου ἐπιτυχεῖν. διὰ τοῦτο καὶ θᾶττον εἰσήγαγόν σε πρός με καὶ προσηνῶς ἐδεξάμην, ὥσπερ τινὰ τῶν συνήθων μοι καὶ ἡλικιωτῶν, εἴπερ οὐ ψευσθήσομαι τῆς ἐλπίδος. καὶ ὁ Βαρλαὰμ ἔφη· Καλῶς ἐποίησας τοῦτο καὶ ἀξίως τῆς σῆς βασιλικῆς μεγαλοπρεπείας, ὅτι μὴ τῇ φαινομένῃ προσέσχες εὐτελείᾳ, ἀλλὰ τῆς κεκρυμμένης ἐγένου ἐλπίδος. Ἦν γάρ τις βασιλεὺς μέγας καὶ ἔνδοξος, καὶ ἐγένετο, διερχομένου αὐτοῦ ἐφ' ἅρματος χρυσοκολλήτου καὶ τῆς βασιλεῖ πρεπούσης δορυφορίας, ὑπαντῆσαι δύο ἄνδρας, διερρωγότα μὲν ἠμφιεσμένους καὶ ῥερυπωμένα, ἐκτετηκότας δὲ τὰ πρόσωπα καὶ λίαν κατωχριωμένους· ἦν δὲ γινώσκων τούτους ὁ βασιλεὺς τῷ ὑπωπιασμῷ τοῦ σώματος καὶ τοῖς τῆς ἀσκήσεως ἱδρῶσι τὸ σαρκίον ἐκδεδαπανηκότας. ὡς οὖν εἶδεν αὐτούς, καταπηδήσας εὐθὺς τοῦ ἅρματος καὶ ἐπὶ τὴν γῆν πεσών, προσ 72 εκύνησε, καὶ ἀναστὰς περιεπλάκη αὐτοῖς προσφιλέστατα κατασπαζόμενος. οἱ δὲ μεγιστᾶνες αὐτοῦ καὶ ἄρχοντες ἐδυσχέραναν ἐπὶ τούτῳ, ἀνάξια τῆς βασιλικῆς δόξης πεποιηκέναι αὐτὸν νομίζοντες· μὴ τολμῶντες δὲ κατὰ πρόσωπον ἐλέγχειν, τὸν γνήσιον