1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

105

Ἁγίου Πνεύματος. καὶ Ἰωάσαφ τοῦτον ἐκ τῆς θείας κολυμβήθρας ἀναδέχεται, τοῦτο δὴ τὸ καινότατον γεννήτωρ τοῦ πατρὸς ἀναδειχθείς, καὶ τῷ σαρκικῶς γεννήσαντι τῆς πνευματικῆς ἀναγεννήσεως πρόξενος γενόμενος. υἱὸς γὰρ ἦν τοῦ οὐρανίου Πατρὸς καὶ 536 καρπὸς ὄντως τῆς θείας ῥίζης θειότατος, ῥίζης ἐκείνης τῆς βοώσης· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Οὕτως ἀναγεννηθεὶς ὁ βασιλεὺς Ἀβεννὴρ δι' ὕδατος καὶ Πνεύματος ἔχαιρε χαρᾷ ἀνεκλαλήτῳ· σὺν αὐτῷ δὲ καὶ πᾶσα ἡ πόλις καὶ ἡ περίχωρος τοῦ θείου ἠξιοῦτο βαπτίσματος, καὶ φωτὸς υἱοὶ ἀνεδείκνυντο οἱ πρὶν ἐσκοτισμένοι. πᾶσα δὲ νόσος καὶ πᾶσα δαιμονικὴ ἐπιφορὰ πόρρω τῶν πιστευόντων ἠλαύνετο· ἄρτιοι δὲ καὶ ὑγιεῖς πάντες τὰς ψυχὰς καὶ τὰ σώματα ἦσαν. καὶ πολλὰ ἕτερα θαυμάσια εἰς βεβαίωσιν τῆς πίστεως ἐτελοῦντο ἐκκλησίαι τε ἀνῳκοδομοῦντο, καὶ ἐπίσκοποι, οἵ τε κεκρυμμένοι διὰ τὸν φόβον ἐφανεροῦντο καὶ τὰς ἰδίας ἀπελάμβανον ἐκκλησίας, καὶ ἄλλοι ἔκ τε τῶν ἱερέων καὶ τῶν μοναζόντων προεχειρίζοντο εἰς τὸ ποιμαίνειν τὸ τοῦ Χριστοῦ ποίμνιον. ὁ μέντοι βασιλεὺς Ἀβεννήρ, οὕτω τῆς προτέρας ἐκείνης μοχθηρᾶς ἀγωγῆς ἀποστὰς καὶ μετάμελος ὢν ἐφ' οἷς ἔπραξε, πᾶσαν μὲν τὴν βασίλειον ἀρχὴν τῷ υἱῷ παραδίδωσιν· αὐτὸς δὲ καθ' ἑαυτὸν ἠρεμῶν, κόνιν ἀεὶ τῆς κεφαλῆς καταχέων, βαρεῖς τε ἀναφέρων στεναγμοὺς καὶ λούων τοῖς δάκρυσιν ἑαυτόν, μόνος μόνῳ τῷ πανταχοῦ παρόντι ὡμίλει, συγγνώμην αὐτῷ τῶν οἰκείων πταισμάτων ἐξαιτούμενος. εἰς τοσαύτην δὲ κατανύξεως καὶ ταπεινοφροσύνης ἄβυσσον ἑαυτὸν καθῆκεν ὡς παραιτεῖσθαι καὶ τὸ τοῦ Θεοῦ ὄνομα τοῖς ἑαυτοῦ ὀνομάζειν χείλεσι, μόλις δὲ τούτου τῇ τοῦ υἱοῦ νουθεσίᾳ κατατολμῆσαι. οὕτω δὲ τὴν καλὴν ἀλλοίωσιν ἠλλοιώθη καὶ τὴν πρὸς ἀρετὴν ἀπάγουσαν ὥδευσε τρίβον ὡς ὑπερβῆναι αὐτὸν τῇ εὐσε 538 βείᾳ τῶν προτέρων ἀνομιῶν τὸ ἀγνόημα. ἐπὶ τέσσαρας δὲ χρόνους οὕτω βιοὺς ἐν μετανοίᾳ καὶ δάκρυσι καὶ ἀρετῇ πάσῃ, ἀρρωστίᾳ περιέπεσεν, ἐν ᾗ καὶ τελευτᾷ. ὅτε δὲ τὸ τέλος ἤγγισεν, ἤρξατο φοβεῖσθαι καὶ ἀδημονεῖν, μνείαν ποιούμενος τῶν αὐτῷ πεπραγμένων κακῶν. ὁ δὲ Ἰωάσαφ ῥήμασι παρακλητικοῖς τὸ ἐπιπεσὸν αὐτῷ διεκούφιζεν ἄχθος, Ἱνατί περίλυπος εἶ, λέγων, ὦ πάτερ, καὶ ἱνατί συνταράττεις ἑαυτόν; ἔλπισον ἐπὶ τὸν Θεὸν καὶ ἐξομολόγει αὐτῷ, ὅς ἐστιν ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, ὃς κέκραγε διὰ τοῦ προφήτου βοῶν· Λούσασθε, καθαροὶ γένεσθε· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· μάθετε καλὸν ποιεῖν· καί, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. μὴ φοβοῦ τοίνυν, ὦ πάτερ, μηδὲ δίσταζε· οὐ νικῶσι γὰρ αἱ ἁμαρτίαι τῶν ἐπιστρεφόντων πρὸς Θεὸν τὴν ἄπειρον αὐτοῦ ἀγαθότητα. αὗται γὰρ ὑπὸ μέτρον εἰσὶ καὶ ἀριθμὸν, ὅσαι ἂν ὦσιν· ἐκείνη δὲ ἀμέτρητός ἐστι καὶ ἀναρίθμητος. οὐκ ἐνδέχεται τοίνυν τὸ ὑποκείμενον μέτρῳ τοῦ ἀμετρήτου περιγενέσθαι. Τοιούτοις παρακλητικοῖς ῥήμασι κατεπᾴδων αὐτοῦ τὴν ψυχήν, εὔελπιν ἀπειργάσατο. εἶτα ἐκτείνας ὁ πατὴρ τὰς χεῖρας, εὐχαριστῶν αὐτῷ ὑπερηύχετο, καὶ τὴν ἡμέραν εὐλόγει ἐν ᾗ αὐτὸς ἐγγεννήθη, Τέκνον, λέγων, γλυκύτατον, τέκνον οὐκ ἐμόν, ἀλλὰ τοῦ οὐρανίου Πατρός, ποίαν ἀποδώσω σοι χάριν; ποίαις εὐλογήσω σε εὐλογίαις; τίνα δὲ εὐχαριστίαν ἀναπέμψω τῷ Θεῷ περὶ σοῦ; ἀπολωλὼς γὰρ ἤμην, καὶ εὑρέθην διὰ 540 σοῦ· νεκρὸς ἤμην τῇ ἁμαρτίᾳ, καὶ ἀνέζησα· ἐχθρὸς καὶ ἀποστάτης Θεοῦ, καὶ κατηλλάγην. τί οὖν ἀνταποδώσω σοι ὑπὲρ τούτων ἁπάντων; Θεός ἐστιν ὁ ἀξίας σοι παρέχων τὰς ἀμοιβάς. οὕτω λέγων, πυκνὰ κατεφίλει τὸν φίλτατον παῖδα. εἶτα εὐξάμενος, καί, Εἰς χεῖράς σου, φιλάνθρωπε Θεέ, παρατίθημι τὸ πνεῦμά μου, εἰπών, ἐν μετανοίᾳ τὴν ψυχὴν καὶ εἰρήνῃ παρέθετο τῷ Κυρίῳ. Ὁ δὲ Ἰωάσαφ δάκρυσι τιμήσας