1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

43

μανθάνομεν. οὕτως μὲν οὖν ἀσφαλέστατα λίαν ἐκεῖσε προπέμψεις πάντα ταῖς τῶν δεομένων χερσίν· ὅσα γὰρ εἰς τούτους ποιήσεις, ἑαυτῷ ὁ ∆εσπότης οἰκειούμενος πολυπλασίως σε ἀνταμείψεται· νικᾷ γὰρ ἀεὶ ταῖς τῶν δωρεῶν ἀντιδόσεσι τοὺς ἀγαπῶντας αὐτόν. τούτῳ μὲν οὖν τῷ τρόπῳ τέως τοὺς θησαυροὺς τοῦ σκότους τοῦ αἰῶνος τούτου συλήσας, ᾧ τεταλαιπώρηκας πολὺν ἤδη χρόνον ἐκδουλεύων, καλῶς ἐκ τούτων πρὸς τὸ μέλλον ἐφοδιασθήσῃ, καὶ τοῦ ἀλλοτρίου ἀφελόμενος σεαυτῷ πάντα προαποθήσῃ, διὰ τῶν ῥευστῶν τούτων καὶ προσκαίρων τὰ ἑστῶτα καὶ μένοντα ἐξωνησάμενος· ἔπειτα, τοῦ Θεοῦ συνεργοῦντός σοι, κατανοήσεις τὸ ἄστατον τοῦ κόσμου καὶ ἀνώμαλον, καί, χαίρειν πᾶσιν εἰπών, πρὸς τὸ μέλλον μεθορμισθήσῃ, παραδραμὼν μὲν τὰ παρατρέχοντα, τοῖς ἐλπιζομένοις δὲ καὶ ἱσταμένοις προστεθήσῃ, καὶ τὸ σκότος μὲν ἀπολιπὼν σὺν τῇ σκιᾷ τοῦ θανάτου, μισήσας δὲ τὸν κόσμον καὶ κοσμοκράτορα, καὶ τὴν φθειρομένην σάρκα ἐχθρὰν ἑαυτῷ λογισάμενος, τῷ φωτὶ προσδράμῃς τῷ ἀπροσίτῳ, καί, τὸν σταυρὸν ἐπ' ὤμων ἄρας, ἀκολουθήσεις αὐτῷ ἀμεταστρεπτί, ἵνα καὶ σὺν αὐτῷ δοξασθῇς καὶ τῆς οὐκ ἔτι μεταπιπτούσης ζωῆς οὐδὲ ἀπατηλῆς ἀναδειχθῇς κληρονόμος. Ὁ δὲ Ἰωάσαφ· Τὸ πάντων οὖν, φησίν, ὑπεριδεῖν καὶ ἐπίπονον οὕτως ἀναλαβέσθαι βίον, κα 216 θάπερ εἴρηκας ἀνωτέρω, παράδοσίς ἐστιν ἀρχαία ἐκ τῆς τῶν ἀποστόλων κατιοῦσα διδαχῆς; ἢ ἔναγχος ὑμῖν ἐπινενόηται τῇ τοῦ νοὸς ὑμῶν ἐπιστήμῃ, ὡς κρεῖττον ἐκλεξαμένοις τοῦτο; Πρὸς ὃν ὁ γέρων ἔφη· Οὐ νόμον προσφάτως εἰσενεχθέντα διδάσκω σε (μὴ γένοιτο), ἀλλ' ἔκπαλαι δοθέντα ἡμῖν. εἶπεν γὰρ ὁ Κύριος πλουσίῳ τινὶ ἐπερωτήσαντι αὐτόν, Τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; καὶ καυχωμένῳ πάντα φυλάξαι τὰ γεγραμμένα ἐν τῷ νόμῳ, Ἕν σοι, φησίν, ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανοῖς· καὶ δεῦρο ἀκολούθει μοι, ἄρας τὸν σταυρόν. ὁ δὲ ταῦτα ἀκούσας περίλυπος ἐγένετο· ἦν γὰρ πλούσιος σφόδρα. ἰδὼν δὲ αὐτὸν ὁ Ἰησοῦς περίλυπον γενόμενον, εἶπε· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰσελεύσονται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. εὐκοπώτερον γάρ ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. ταύτης οὖν τῆς ἐντολῆς πάντες ἀκούσαντες οἱ ἅγιοι ἀποχωρισθῆναι πάντη τῆς τοιαύτης τοῦ πλούτου δυσκολίας ἐφρόντισαν· καὶ πάντα σκορπίσαντες, καὶ διὰ τῆς τῶν πενήτων διαδόσεως πλοῦτον ἑαυτοῖς αἰώνιον προαποθέμενοι, ἦραν τὸν σταυρὸν καὶ τῷ Χριστῷ ἠκολούθησαν, οἱ μὲν μαρτυρικῶς, καθὰ δὴ καὶ εἶπόν σοι, τελειωθέντες, οἱ δὲ ἀσκητικῶς ἀγωνισάμενοι, καὶ μηδὲν ἐκείνων ἀπολιπόντες τῇ ἀγωγῇ τῆς ἀληθινῆς ταύτης φιλοσοφίας. ἐντολὴν οὖν ταύτην εἶναι γίνωσκε Χριστοῦ τοῦ βασιλέως ἡμῶν καὶ Θεοῦ, ἀπάγουσαν ἡμᾶς τῶν φθαρτῶν, καὶ τῶν ἀϊδίων μετόχους ἐργαζομένην. 218 Παλαιᾶς οὖν, φησὶν ὁ Ἰωάσαφ, καὶ οὕτως ἀναγκαίας οὔσης τῆς τοιαύτης φιλοσοφίας, πῶς οὐ πολλοὶ ζηλοῦσι σήμερον τουτονὶ τὸν βίον; Ὁ δὲ γέρων ἔφη· Πολλοὶ μὲν ἐζήλωσαν καὶ ζηλοῦσιν, οἱ πλεῖστοι δὲ ὀκνοῦσι καὶ ἀναδύονται· Ὀλίγοι γάρ, καθά φησιν ὁ Κύριος, οἱ τῆς στενῆς ὁδοῦ καὶ τεθλιμμένης ὁδοιπόροι, τῆς ἀνειμένης δὲ καὶ πλατείας οἱ πλείους. οἱ γὰρ καθάπαξ ὑπὸ φιλοχρηματίας καὶ τῶν τῆς φιληδονίας κακῶν ἁλόντες, τῇ κενῇ δὲ καὶ ματαίᾳ προστετηκότες δόξῃ, δυσαποσπάστως αὐτῶν ἔχουσιν, ὡς ἅτε δούλους ἑαυτοὺς ἑκουσίως ἀπεμπολήσαντες ἀλλοτρίῳ δεσπότῃ, καὶ ἀπ' ἐναντίας ἱστάμενοι τῷ ταῦτα ἐπιτάττοντι Θεῷ, καὶ δέσμιοι αὐτῷ κατεχόμενοι. ψυχὴ γὰρ καθάπαξ ἀπογνοῦσα τῆς οἰκείας σωτηρίας, τὰς ἡνίας αὑτῆς ἐνδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις, πανταχοῦ περιφέρεται. διὰ τοῦτο ὀλοφυρόμενος ὁ Προφήτης τὴν περικεχυμένην ἄνοιαν ταῖς τοιαύταις ψυχαῖς, καὶ τῆς ἐπικειμένης αὐταῖς ἀχλύος τὴν παχύτητα θρηνῶν, ἔλεγεν Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε