1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

97

ἐκλείψετε, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. περὶ δὲ τῆς Εὐαγγελικῆς θεογνωσίας εἶπεν ὁ Κύριος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. καί· Σὺ κατ' ἀρχάς, Κύριε, φησὶν αὖθις ὁ ψαλμῳδός, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις· καὶ πάντες ὡσεὶ ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. καὶ οἱ μὲν θεῖοι κήρυκες τῆς τοῦ Χριστοῦ παρουσίας, οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, οἱ πάντας ἑλκύσαντες τοῦ βυθοῦ τῆς ἀπάτης, οὓς ὁ εὐτελὴς σύ, καὶ δοῦλος ὄντως τῆς ἁμαρτίας, ἐξευτελίζεις, ἔλαμψαν σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσιν ὡς ἥλιος ἐν τῷ κόσμῳ, τυφλοῖς τὸ φῶς δωρούμενοι, κωφοῖς τὸ ἀκούειν, χωλοῖς τὸ περιπατεῖν, νεκροῖς τὸ ζῆν χαριζόμενοι. αἱ σκιαὶ γὰρ αὐτῶν μόναι πάντα τὰ πάθη τῶν ἀνθρώπων ἐθεράπευον. δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς, οὐ μόνον τῶν ἀνθρωπίνων ἀπήλαυνον σωμάτων, ἀλλὰ καὶ αὐτῆς ἐδίωκον τῆς οἰκουμένης, τῷ τοῦ σταυροῦ σημείῳ, δι' οὗ πᾶσαν μὲν ἠφάνισαν μαγείαν πᾶσαν δὲ φαρμακείαν ἀνενέργητον ἔδειξαν. καὶ ἐκεῖνοι μέν, οὕτως τὴν ἀνθρωπίνην ἰασάμενοι ἀσθένειαν τῇ τοῦ Χριστοῦ δυνάμει καὶ τὴν κτίσιν πᾶσαν καινουργήσαντες, ὡς τῆς ἀληθείας κήρυκες θαυμάζονται παρὰ πάντων εἰκότως τῶν εὖ φρονούντων. τί δὲ ὃ 496 αὐτὸς ἔχεις εἰπεῖν περὶ τῶν σοφῶν σου καὶ ῥητόρων, ὧν ἐμώρανεν ὁ Θεὸς τὴν σοφίαν, τῶν συνηγόρων τοῦ διαβόλου; τί μνήμης ἄξιον κατέλιπον τῷ βίῳ; εἰπέ. τί δ' ἂν εἴποις περὶ αὐτῶν, ἢ ἀλογίαν καὶ αἰσχρότητα, καὶ τέχνην ματαίαν, τῇ καλλιεπείᾳ τῶν λόγων τὸν βόρβορον συγκαλύπτουσαν τῆς δυσώδους αὐτῶν θρησκείας; Ἀλλὰ καὶ αὐτῶν τῶν ποιητῶν ὅσοι μικρόν τι δεδύνηνται τῆς πολλῆς ἀνανεῦσαι μανίας, εἶπον τὸ ἀληθέστερον, ὅτι οἱ λεγόμενοι θεοὶ ἄνθρωποι ἦσαν, καί, διὰ τό τινας μὲν αὐτῶν ἄρξαι χωρῶν τε καὶ πόλεων, τινὰς δὲ ἄλλο τι οὐδαμινὸν κατὰ τὸν βίον ποιῆσαι, πλανηθέντας τοὺς ἀνθρώπους θεοὺς αὐτοὺς καλέσαι. καταρχὰς μὲν γὰρ ὁ Σεροὺχ ἐκεῖνος ἱστόρηται τὰ τῶν ἀγαλμάτων ἐξευρεῖν. τοὺς γὰρ ἐν τοῖς πάλαι χρόνοις ἢ ἀνδρείας ἢ φιλίας, ἤ τινος ἑτέρας ἀνδραγαθίας ἔργον μνήμης ἄξιον ἐπιδειξαμένους ἀνδριάσι λέγεται καὶ στήλαις τιμῆσαι. οἱ δὲ μετὰ ταῦτα τὴν τῶν προγόνων ἀγνοήσαντες γνώμην, καὶ ὅτι, μνήμης ἕνεκα μόνον, τοῖς ἐπαινετόν τι ποιήσασιν ἀνδριάντας καὶ στήλας ἀνέστησαν, κατὰ μικρὸν πλανώμενοι τῇ τοῦ ἀρχεκάκου δαίμονος ἐνεργείᾳ, ὡς ἀθανάτοις θεοῖς τοῖς ὁμοιοπαθέσι καὶ φθαρτοῖς ἀνθρώποις προσετέθησαν, καὶ θυσίας αὐτοῖς καὶ σπονδὰς ἐπενοήσαντο, τῶν δαιμόνων δηλονότι τοῖς ξοάνοις ἐνοικησάντων, καὶ πρὸς ἑαυτοὺς τὴν τιμὴν καὶ τὰς θυσίας μεθελκυσάντων. ἐκεῖνοι τοίνυν τοὺς μὴ δοκιμάζοντας τὸν Θεὸν ἔχειν ἐν ἐπιγνώσει πείθουσι θεοὺς αὐτοὺς ἡγεῖσθαι, δυοῖν χάριν 498 ἵν' αὐτοὶ μὲν τῇ προσηγορίᾳ δοξάζοιντο ταύτῃ (ἥδονται γάρ, ἅτε πλήρεις ἀλαζονείας ὄντες, ὡς θεοὶ τιμᾶσθαι), αὐτοὺς δὲ οὓς ἠπατήκασιν εἰς τὸ ἡτοιμασμένον αὐτοῖς ἄσβεστον ἑλκύσωσι πῦρ. ὅθεν πᾶσαν αὐτοὺς ἐδίδαξαν παρανομίαν καὶ αἰσχρότητα, ὡς ἅπαξ ὑποταγέντας τῇ ἐκείνων ἀπάτῃ. ἐπὶ τοῦτον οὖν τὸν κολοφῶνα τῶν κακῶν ἐλθόντες οἱ ἄνθρωποι, ἐσκοτισμένοι ὄντες, ἕκαστος τοῦ ἰδίου πάθους καὶ τῆς ἰδίας ἐπιθυμίας ἔστησε στήλην, καὶ θεὸν ὠνόμασε, βδελυκτοὶ τῆς πλάνης, βδελυκτότεροι τῆς ἀτοπίας τῶν προσκυνουμένων γενόμενοι, ἕως ἐλθὼν ὁ Κύριος διὰ σπλάγχνα ἐλέους αὐτοῦ ἐλυτρώσατο ἡμᾶς τοὺς πιστεύοντας αὐτῷ τῆς πονηρᾶς ταύτης καὶ ὀλεθρίου πλάνης, καὶ ἐδίδαξε τὴν ἀληθῆ θεογνωσίαν. οὐκ ἔστι γὰρ σωτηρία, εἰ μὴ ἐν αὐτῷ, καὶ οὐκ ἔστιν ἄλλος θεὸς οὔτε ἐν οὐρανῷ, οὔτε ἐπὶ γῆς, εἰ μὴ αὐτὸς μόνος ὁ τοῦ παντὸς ποιητής, ὁ πάντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Τῷ λόγῳ γάρ, φησί, Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ