1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

100

πρέποντα βασιλεῦσιν. τότε δὴ τότε τὴν ἐξουσίαν παραλαβὼν ὁ Ἰωάσαφ τῆς βασιλείας, ἡνίκα τὴν πόλιν κατέλαβεν ἔνθα τὰ τῆς βασιλείας ηὐτρέπιστο 510 αὐτῷ, τὸ τοῦ δεσποτικοῦ μὲν πάθους σημεῖον, τὸν σεβάσμιον σταυρὸν τοῦ Χριστοῦ, ἑκάστῳ ἐφίστησι τῆς πόλεως πύργῳ· τοὺς δὲ εἰδωλικοὺς ναοὺς καὶ βωμοὺς περιστὰς ἐπολιόρκει, κατέσειεν ἀνώρυττε τὸ ἔδαφος, ἐξεκάλυπτε τοὺς θεμελίους, μηδὲν λείψανον τῆς ἀσεβείας καταλιπών. Κατὰ δὲ μέσης τῆς πόλεως ναὸν μέγαν τε καὶ περικαλλῆ τῷ ∆εσπότῃ ἀνεγείρει Χριστῷ. καὶ κελεύει τὸ πλῆθος ἐκεῖ συνεχὲς ἐπιχωριάζοντας προσάγειν τῷ Θεῷ τὸ σέβας διὰ τῆς τοῦ σταυροῦ προσκυνήσεως, εἰς μέσον πρὸ πάντων αὐτὸς παρελθὼν καὶ ἐκτενεστάτῃ διδοὺς ἑαυτὸν δεήσει. πάντας δὲ τοὺς ὑπὸ τὴν αὐτοῦ χεῖρα γενομένους ἐνουθέτει, παρεκάλει, πάντα ἐποίει τοῦ ἀποσπάσαι τῆς δεισιδαίμονος πλάνης καὶ τῷ Χριστῷ οἰκειῶσαι· τὴν ἀπάτην δὲ ὑπεδείκνυ τῆς εἰδωλομανίας καὶ τὸ κήρυγμα κατήγγελλε τοῦ Εὐαγγελίου, τὰ περὶ τῆς τοῦ Θεοῦ Λόγου διεξῄει συγκαταβάσεως, τὰ θαυμάσια ἐκήρυττε τῆς αὐτοῦ παρουσίας, τὸ πάθος ἐγνώριζε τοῦ σταυροῦ δι' οὗ σεσώσμεθα, τὴν τῆς ἀναστάσεως δύναμιν καὶ τὴν πρὸς οὐρανοὺς ἄνοδον, τὴν φοβερὰν ἐπὶ τούτοις διήγγελλεν ἡμέραν τῆς φρικτῆς αὐτοῦ δευτέρας παρουσίας, τά τε ἀποκείμενα τοῖς πιστοῖς ἀγαθὰ καὶ τὰ ἐκδεχόμενα τοὺς ἁμαρτωλοὺς κολαστήρια. ταῦτα πάντα ἤθει χρηστῷ καὶ μειλιχίοις διεξῄει ῥήμασιν· οὐ τοσοῦτον γὰρ ἀπὸ τοῦ ὄγκου τῆς ἐξουσίας καὶ τῆς βασιλικῆς μεγαλοπρεπείας ἤθελεν αἰδέσιμος εἶναι καὶ φοβερός, ὅσον ἀπὸ τῆς ταπεινοφροσύνης καὶ πραότητος· ᾧ καὶ μᾶλλον εἷλκε πάντας πρὸς ἑαυτόν, τῷ εἶναι τοῖς ἔργοις μὲν θαυμάσιος, ἐπιεικὴς δὲ καὶ 512 μέτριος τῷ φρονήματι. ὅθεν ἡ ἐξουσία, τὴν μετριοφροσύνην καὶ ἐπιείκειαν μέγαν συνεργὸν λαβοῦσα, πάντας εἴκειν αὐτοῦ τοῖς λόγοις πεποίηκεν. Ἀμέλει οὕτως ἐν ὀλίγῳ χρόνῳ πᾶς ὁ ὑποτελὴς αὐτῷ λαὸς πολίτης τε καὶ ἐγχώριος τοῖς θεοφθόγγοις αὐτοῦ ἐμυσταγωγήθη λόγοις, ὡς ἐξαρνήσασθαι μὲν τὴν πολύθεον πλάνην καὶ ἀπορραγῆναι τῶν εἰδωλικῶν σπονδῶν τε καὶ βδελυγμάτων, τῇ ἀπλανεῖ δὲ προστεθῆναι πίστει, καὶ ταῖς αὐτοῦ μεταπλασθέντας διδασκαλίαις τῷ Χριστῷ οἰκειωθῆναι. πάντες δέ, οἱ ἐν ὄρεσι καὶ σπηλαίοις διὰ τὸν φόβον τοῦ πατρὸς αὐτοῦ ἐγκεκλεισμένοι, ἱερεῖς τε καὶ μονάζοντες καὶ τῶν ἐπισκόπων ὀλίγοι, ἐξελθόντες τῶν καταδύσεων, πρὸς αὐτὸν χαίροντες ἐχώρουν. αὐτὸς δὲ τοὺς διὰ Χριστὸν ἐν τοιούτοις περιπεσόντας ἀνιαροῖς καὶ οὕτω ταλαιπωρήσαντας προσυπαντῶν ἐντίμως ἐδέχετο, καὶ εἰς τὸ ἑαυτοῦ εἰσῆγε παλάτιον, πόδας ῥύπτων, κόμην ῥυπῶσαν ἀποπλύνων, καὶ παντοίως αὐτοὺς θεραπεύων. εἶτα τὴν νεουργηθεῖσαν αὐτῷ ἐνθρονίζει ἐκκλησίαν, καί τινα τῶν ἐπισκόπων, πολλὰ διὰ τὴν εἰς Χριστὸν πίστιν κακοπαθήσαντα καὶ τὸν ἴδιον ἀπολέσαντα τῆς ἐπισκοπῆς θρόνον, ἀρχιερέα ἐν ταύτῃ καθίστησιν, ἄνδρα ἅγιον καὶ τῶν ἐκκλησιαστικῶν κανόνων ἐπιστήμονα, ζήλου τε θείου τὴν ψυχὴν πεπληρωμένον. κολυμβήθραν δὲ εὐθὺς σχεδιάσας, βαπτίζειν τοὺς πρὸς Χριστὸν ἐπιστρέφοντας κελεύει. καὶ δὴ βαπτίζονται οἱ ἄρχοντες πρῶτον καὶ ὅσοι ἐν τέλει, οἱ ἐν στρατείᾳ τε αὖθις καὶ 514 ὁ λοιπὸς ὄχλος. καὶ οἱ βαπτιζόμενοι οὐ μόνον τὴν ψυχικὴν ἀπελάμβανον ὑγίειαν, ἀλλὰ δὴ καὶ ὅσοι νόσοις ἦσαν σωματικαῖς καὶ πηρώσεσι πιεζόμενοι, πάντα ἀποθέμενοι, καθαροὶ τὰς ψυχάς, ἄρτιοι δὲ τὰ σώματα, τῆς θείας ἀνήρχοντο κολυμβήθρας, θεραπείαν τρυγήσαντες ψυχῶν τε ὁμοῦ καὶ σωμάτων. Ἔνθεν τοι καὶ συνέρρει πρὸς τὸν βασιλέα Ἰωάσαφ πανταχόθεν τὰ πλήθη, μυηθῆναι τὴν εὐσέβειαν ὑπ' αὐτοῦ ζητοῦντες. καὶ πάντα μὲν κατεσκάπτετο εἰδωλικὰ σεβάσματα, ἀφῄρητο δὲ πᾶς ὁ πλοῦτος καὶ τὰ ἀποκείμενα τοῖς εἰδωλείοις χρήματα· καὶ ἱερὰ τεμένη τῷ Θεῷ ἀντῳκοδομεῖτο. καὶ τὸν ἐκεῖνον πλοῦτον αὐτοῖς καὶ τὰς πολυτελεῖς ἐσθῆτας ὁ βασιλεὺς Ἰωάσαφ καὶ τοὺς θησαυροὺς