1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

50

πλοῦτον τῆς σοφίας αὐτοῦ καὶ γνώσεως, διαρρήδην ἔφησεν· Ὦ βάθους πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Εἰ δὲ ἐκεῖνος, ὁ μέχρι τρίτου φθάσας οὐρανοῦ καὶ ἀρρήτων ἀκούσας ῥημάτων, τοιαύτας ἀφῆκε φωνάς, τίς τῶν κατ' ἐμὲ ὅλως ἀντοφθαλμῆσαι ταῖς ἀβύσσοις τῶν τοσούτων ἰσχύσειε μυστηρίων, καὶ εἰπεῖν τι κατὰ γνώμην, ἢ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων δυνήσεται, εἰ μή τι αὐτὸς ὁ τῆς σοφίας χορηγός, ὁ τῶν ἀσόφων διορθωτὴς παράσχοι. ἐν γὰρ τῇ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν, πᾶσά τε φρόνησις καὶ σύνεσις παρ' αὐτῷ καὶ συνέσεως ἐπιστήμη· καὶ αὐτὸς ἡμῖν δέδωκε τὴν τῶν ὄντων γνῶσιν ἀψευδῆ, εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχήν τε καὶ τέλος καὶ μεσότητα χρόνων, τροπῶν διαλλαγὰς καὶ μεταβολὰς καιρῶν, καὶ ὅτι πάντα μέτρῳ καὶ σταθμῷ διέταξε. τὸ γὰρ μεγάλως ἰσχύειν αὐτῷ πάρεστι πάντοτε, καὶ κράτει βραχίονος αὐτοῦ τίς ἀντιστήσεται; ὅτι ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ κόσμος ἐναντίον αὐτοῦ, καὶ ὡς ῥανὶς δρόσου ὀρθρινῆς κατελθοῦσα ἐπὶ γῆς· ἐλεεῖ δὲ πάντας, ὅτι πάντα δύναται, καὶ παρορᾷ ἁμαρτήματα ἀνθρώπων εἰς μετάνοιαν· οὐδὲν γὰρ βδελύσσεται, οὐδὲ ἀποστρέφεται τῶν προστρε 252 χόντων αὐτῷ, ὁ μόνος ἀγαθὸς καὶ φιλόψυχος δεσπότης· εὐλογημένον εἴη τὸ ὄνομα τῆς δόξης αὐτοῦ τὸ ἅγιον καὶ ὑπερύμνητον καὶ ὑπερυψούμενον εἰς τοὺς αἰῶνας. Ἀμήν. χῃιιι Εἶπε δὲ πρὸς αὐτὸν ὁ Ἰωάσαφ· Εἰ πάνυ πολὺν χρόνον ἐσκόπησας, σοφώτατε, πῶς ἂν ἄριστα τὴν λύσιν τῶν προβληθέντων ζητημάτων ἡμῖν σαφηνίσαις, οὐκ ἂν ἄμεινον τοῦτό μοι ποιῆσαι ἐδόκεις, ἢ τοιαῦτά μοι λέγων ὁποῖά μοι νῦν ἐξεῖπας, δημιουργὸν μὲν πάντων καὶ συνοχέα τὸν Θεὸν διδάξας, ἀκατάληπτον δὲ λογισμοῖς ἀνθρωπίνοις τὴν δόξαν τῆς μεγαλωσύνης αὐτοῦ λόγοις ἀναντιρρήτοις ἀποδείξας, καὶ ὅτι οὐκ ἄλλος τις ἰσχύει ταύτης ἐφικέσθαι, ἀλλ' οἷς ἂν αὐτός, καθ' ὅσον κελεύει, ἀποκαλύψειε. διό σου τὴν λογιωτάτην ὑπερτεθαύμακα σοφίαν. Ἀλλά μοι φράσον, μακαριώτατε, πόσων μὲν χρόνων αὐτὸς ὑπάρχεις, ἐν ποίοις δὲ τόποις τὰς διατριβὰς κέκτησαι, τίνας δὲ τοὺς συμφιλοσοφοῦντάς σοι ἔχεις. κραταιῶς γάρ μου ἡ ψυχὴ τῆς σῆς ἐξήρτηται, καὶ οὐδαμῶς σου τὸν πάντα μου χρόνον τῆς ζωῆς χωρισθῆναι θέλω. Ὁ δὲ γέρων ἔφη· Χρόνων μὲν εἰμί, ὡς εἰκάζω, τεσσαρακονταπέντε· ἐν ἐρήμοις δὲ τῆς γῆς Σεναὰρ διάγων συναγωνιστὰς κέκτημαι τοὺς πρὸς τὸν δρόμον τῆς ἄνω πορείας συμπονοῦντας καὶ συναμιλλωμένους. 254 Πῶς, φησὶν ὁ Ἰωάσαφ, ταῦτά μοι λέγεις; ἐπέκεινα γάρ μοι φαίνῃ τῶν ἑβδομήκοντά που ἐνιαυτῶν. τίς οὖν ὁ λόγος σοι τῶν τεσσαρακονταπέντε βούλεται χρόνων; οὐ δοκεῖς γάρ μοι ἐν τούτῳ ἀληθεύειν. Εἶπε δὲ Βαρλαὰμ πρὸς αὐτόν· Εἰ μὲν τοὺς ἀπὸ γενέσεως χρόνους μου μαθεῖν ζητεῖς, καλῶς τούτους ἀπείκασας ἐπέκεινα τῶν ἑβδομήκοντά που ὑπάρχειν· ἀλλ' ἔμοιγε οὐδόλως εἰς μέτρον ζωῆς ἐλογίσθησαν ὅσοι τῇ ματαιότητι τοῦ κόσμου δεδαπάνηντο. ὅτε γὰρ ἔζων τῷ σαρκίῳ δεδουλωμένος ταῖς ἁμαρτίαις, νεκρὸς ἤμην τὸν ἔσω ἄνθρωπον. τοὺς οὖν τῆς νεκρώσεως χρόνους οὐκ ἄν ποτε ζωῆς ὀνομάσαιμι. ἐξ ὅτου δὲ ὁ κόσμος ἐμοὶ ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ, καί, ἀποθέμενος τὸν παλαιὸν ἄνθρωπον, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, οὐκ ἔτι ζῶ τῇ σαρκί, ἀλλὰ ζῇ ἐν ἐμοὶ ὁ Χριστός, ὃ δὲ ζῶ τῇ πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, τοῦ ἀγαπήσαντός με καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ, τούτους εἰκότως καὶ ζωῆς χρόνους καὶ ἡμέρας σωτηρίας καλέσαιμι, οὓς περὶ τὰ τεσσαρακονταπέντε συναριθμῶν ἔτη, κατὰ λόγον σοι καὶ οὐκ ἀπὸ σκοποῦ τὴν τούτων ἐξεῖπον ἀρίθμησιν. καὶ σὺ τοίνυν τοῦ τοιούτου ἔχου λογισμοῦ ἑκάστοτε, μηδόλως ζῆν ὑπολαμβάνων τοὺς νενεκρωμένους μὲν πρὸς πᾶσαν ἀγαθοεργίαν, ζῶντας δὲ ταῖς ἁμαρτίαις καὶ τῷ κοσμοκράτορι καθυπουργοῦντας τῶν