1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

110

διερράγησαν, καὶ ἄκοντες ἐπανήρχοντο, πυκνῶς αὐτοῖς τῶν ὀφθαλμῶν ἐπιστρεφομένων, καὶ τὴν πορείαν τοῖς ποσὶν ἐγκοπτόντων. τινὲς δὲ τῶν θερμοτέρων καὶ ὀδυρόμενοι μακρόθεν ἠκολούθουν αὐτῷ, ἕως ἡ νὺξ ἐπελθοῦσα διέστησεν αὐτοὺς ἀπ' ἀλλήλων. χχχῃιι Ἐξῆλθεν οὖν τῶν βασιλείων ὁ γενναῖος ἐκεῖνος χαίρων, ὡς ὅταν ἐκ μακρᾶς ἐξορίας εἰς τὴν ἰδίαν τις ἐπανερχόμενος γηθοσύνως πορεύοιτο. καὶ ἦν ἐνδεδυμένος, ἔξωθεν μὲν τὰ ἐξ ἔθους ἱμάτια, ἔσωθεν δὲ τὸ τρίχινον ῥάκος ἐκεῖνο ὅπερ ὁ Βαρλαὰμ 562 αὐτῷ δεδώκει. τῇ δὲ νυκτὶ ἐκείνῃ εἰς οἰκίσκον πένητός τινος καταντήσας, τὰ περικείμενα αὐτῷ ἄμφια ἐκβαλών, τελευταίαν ταύτην εὐποιΐαν τῷ πένητι δίδωσι· καὶ οὕτω ταῖς ἐκείνου τε καὶ πολλῶν ἑτέρων πενήτων εὐχαῖς ἐπίκουρον ἑαυτοῦ τὸν Θεὸν θέμενος, καὶ τὴν αὐτοῦ χάριν καὶ βοήθειαν ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἑαυτῷ περιβαλλόμενος, ἐπὶ τὸν ἐρημικὸν ἐξῆλθε βίον, μὴ ἄρτον ἐπιφερόμενος, μὴ ὕδωρ, μηδ' ἄλλο τι τῶν πρὸς τροφὴν ἐπιτηδείων, μὴ ἱμάτιον ἐνδεδυμένος, ἀλλ' ἢ τὸ σκληρὸν ἐκεῖνο ῥάκος μόνον, οὗπερ πρὸ μικροῦ ἐμνήσθημεν. πόθῳ γάρ τινι ὑπερφυεῖ καὶ ἔρωτι θείῳ τρωθεὶς τὴν ψυχὴν τοῦ ἀθανάτου βασιλέως Χριστοῦ, ὅλως ἦν τοῦ ποθουμένου ἐξεστηκώς, ὅλως ἠλλοιωμένος Θεῷ, κάτοχος τῇ τούτου ἀγάπῃ· Κραταιὰ γάρ, φησίν, ὡς πῦρ ἀγάπη· τοιαύτην αὐτὸς ἀπὸ τῆς θείας ἀγάπης ἐδέξατο μέθην, καὶ οὕτως ἐξεκαύθη τῷ δίψει, κατὰ τὸν εἰπόντα· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ Θεός· ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν Θεὸν τὸν ἰσχυρόν, τὸν ζῶντα· καὶ καθὼς ἡ τετρωμένη τῆς τοιαύτης ἀγάπης ψυχὴ βοᾷ ἐν τῷ Ἄισματι τῶν ᾀσμάτων· Ἐκαρδίωσας ἡμᾶς τῷ πόθῳ σου, ἐκαρδίωσας ἡμᾶς· καί· ∆εῖξόν μοι τὴν ὄψιν σου, καὶ ἀκούτισόν μοι τὴν φωνήν σου· ἡ γὰρ φωνή σου φωνὴ ἡδεῖα καὶ ἡ ὄψις σου ὡραία. Ταύτης τῆς ἀνεκλαλήτου ὡραιότητος Χριστοῦ τὸν πόθον ἐν καρδίᾳ δεξάμενος ὁ τῶν ἀποστόλων χορὸς καὶ τῶν μαρτύρων οἱ δῆμοι πάντων ὑπερεῖδον τῶν ὁρωμένων, πάσης δὲ ζωῆς τῆς προσκαίρου, 564 καὶ τὰ μυρία τῶν βασάνων καὶ θανάτων εἴδη προείλοντο, ἐρασθέντες τοῦ θείου κάλλους καὶ τὸ περὶ ἡμᾶς τοῦ θείου Λόγου λογισάμενοι φίλτρον. τοῦτο τὸ πῦρ καὶ ὁ καλὸς οὗτος καὶ εὐγενὴς μὲν τῷ σώματι, εὐγενέστατος δὲ μᾶλλον καὶ βασιλικώτατος τὴν ψυχήν, ἐν ἑαυτῷ δεξάμενος, πάντων ὁμοῦ τῶν γηΐνων καταφρονεῖ, πατεῖ πάσας τὰς τοῦ σώματος ἡδονάς, ὑπερορᾷ πλούτου καὶ δόξης καὶ τῆς παρὰ ἀνθρώπων τιμῆς, ἀποτίθεται διάδημα καὶ ἁλουργίδα, τῶν ἀραχνίων ὑφασμάτων εὐτελέστερα ταῦτα λογισάμενος, πρὸς πάντα δὲ τὰ ἐπίπονα καὶ λυπηρὰ τοῦ ἀσκητικοῦ βίου προθύμως ἑαυτὸν ἐκδίδωσιν, Ἐκολλήθη, βοῶν, ὦ Χριστέ μου, ἐκολλήθη ἡ ψυχή μου ὀπίσω σου· ἐμοῦ δὲ ἀντελάβετο ἡ δεξιά σου. Καὶ οὕτως ἀμεταστρεπτὶ χωρήσας εἰς τὸ τῆς ἐρήμου βάθος, καὶ ὡς ἄχθος τι καὶ κλοιὸν βαρύτατον ἀποθέμενος τῶν προσκαίρων τὴν σύγχυσιν, εὐφράνθη τῷ πνεύματι, καὶ τῷ ποθουμένῳ ἀτενίσας Χριστῷ, ἐβόα πρὸς αὐτόν, ὡς παρόντι καὶ τῆς φωνῆς ἐπαΐοντι διαλεγόμενος· Μὴ τὰ ἀγαθά, φησί, τοῦ κόσμου τούτου ἴδοι ὁ ὀφθαλμός μου ἔτι, Κύριε· μὴ μετεωρισθείην ἀπὸ τῆς δεῦρο τὸν νοῦν ὑπὸ τῆς παρούσης ματαιότητος· ἀλλ' ἔμπλησον τοὺς ὀφθαλμούς μου, Κύριε, δακρύων πνευματικῶν καὶ κατεύθυνον τὰ διαβήματά μου, καὶ ὑπόδειξόν μοι τὸν σὸν θεράποντα Βαρλαάμ. ὑπόδειξόν μοι τὸν ἐμοὶ σωτηρίας γενόμενον πρόξενον, ἵνα καὶ τοῦ ἐρημικοῦ βίου τούτου καὶ ἀσκητικοῦ δι' αὐτοῦ τὴν ἀκρίβειαν μάθοιμι καὶ μὴ τῇ ἀπειρίᾳ τῶν πολέμων τοῦ ἐχθροῦ ὑποσκελισθῶ. δός μοι, Κύριε, τὴν ὁδὸν εὑρεῖν δι' ἧς ἐπιτύχω σου, ὅτι 566 τέτρωται ἡ ψυχή μου τῷ πόθῳ σου, καὶ σὲ διψῶ τὴν πηγὴν τῆς σωτηρίας.