1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

113

τε καὶ περιπτυξάμενοι θερμοτάταις ἠμείβοντο ἀλλήλους περιπλοκαῖς, χρονίου πόθου ἐμφορούμενοι ἀκορέστως. Ἐπεὶ δὲ ἀρκούντως περιέλαβον καὶ προσηγόρευσαν, καθίσαντες διωμίλουν. λόγου δὲ ἀρξάμενος ὁ Βαρλαάμ, Καλῶς ἦλθες, ἔλεγε, τέκνον ἠγαπημένον, τέκνον Θεοῦ καὶ κληρονόμε τῆς ἐπουρανίου βασιλείας διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃν ἠγάπησας, ὃν ἐπόθησας δικαίως ὑπὲρ τὰ πρόσκαιρα καὶ φθαρτά· καί, ὡς ἐχέφρων ἔμπορος καὶ σοφός, πάντα πωλήσας, τὸν ἀτίμητον ἐξωνήσω μαργαρίτην, καὶ τῷ ἀσύλῳ ἐντυχὼν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ τῶν ἐντολῶν τοῦ Κυρίου, πάντα δέδωκας μηδενὸς φεισάμενος τῶν ὅσον οὔπω παρερχομένων, ἵνα τὸν ἀγρὸν ἐκεῖνον ἀγοράσῃς ἑαυτῷ. δῴη σοι Κύριος ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀντὶ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ μὴ παλαιούμενα. Εἰπὲ γοῦν μοι, φίλτατε, πῶς ἐνταῦθα παρεγένου, πῶς μετὰ τὴν ἐμὴν ἄφιξιν γέγονε τὰ κατὰ σέ, καὶ εἰ ἔγνω τὸν Θεὸν ὁ σὸς πατήρ, ἢ καὶ εἰσέτι, τῇ προτέρᾳ φερόμενος ἀφροσύνῃ, ὑπὸ τῆς τῶν δαιμόνων ἀπάτης αἰχμαλωτίζεται. Ταῦτα τοῦ Βαρλαὰμ ἐρομένου, ἀναλαβὼν ὁ Ἰωάσαφ τὸν λόγον, ὅσα μετὰ τὴν ἐκείνου ἀποδη 578 μίαν γέγονεν αὐτῷ, καὶ ὅσα Κύριος εὐώδωσε μέχρι τῆς αὖθις συνελεύσεως αὐτῶν, πάντα κατὰ μέρος διῄει. Ὁ δὲ γέρων, ἀκούων σὺν ἡδονῇ καὶ θαύματι, θερμῶς δακρύων, ἔλεγε· ∆όξα σοι, ὁ Θεὸς ἡμῶν, ὁ ἀεὶ παριστάμενος καὶ βοηθῶν τοῖς ἀγαπῶσί σε. δόξα σοι, Χριστέ, Βασιλεῦ τῶν ἁπάντων καὶ Θεὲ πανάγαθε, ὅτι εὐδόκησας τὸν σπόρον, ὃν ἐν τῇ ψυχῇ κατέβαλον τοῦ δούλου σου Ἰωάσαφ, οὕτως ἑκατοστεύοντα καρπὸν ἐνεγκεῖν, ἐπάξιον σοῦ τοῦ γεωργοῦ καὶ ∆εσπότου τῶν ἡμετέρων ψυχῶν. δόξα σοι, Παράκλητε ἀγαθέ, τὸ πανάγιον Πνεῦμα, ὅτι ἧς ἔδωκας χάριτος τοῖς ἁγίοις σου ἀποστόλοις, ταύτης μετασχεῖν κατηξίωσας τοῦτον, καὶ πολυάνθρωπα πλήθη τῆς δεισιδαίμονος δι' αὐτοῦ ἠλευθέρωσας πλάνης καὶ τῇ ἀληθινῇ ἐφώτισας θεογνωσίᾳ. Οὕτω παρ' ἀμφοτέρων ηὐχαριστεῖτο ὁ Θεός. καὶ τοιαῦτα ὁμιλούντων καὶ τῇ τοῦ Θεοῦ ἀγαλλιωμένων χάριτι, κατελάμβανεν ἡ ἑσπέρα. καὶ δὴ πρὸς εὐχὴν ἀναστάντες τὰς συνήθεις ἐτέλουν λειτουργίας. εἶτα καὶ τροφῆς μνησθέντες, παρετίθει πολυτελῆ ὁ Βαρλαὰμ τράπεζαν, τῆς πνευματικῆς πεπληρωμένην καρυκείας, αἰσθητῆς δὲ ἥκιστα μετέχουσαν παρακλήσεως. λάχανα γὰρ ἦσαν ὠμά, ὧν αὐτουργὸς καὶ γεωργὸς ἦν ὁ γέρων, καὶ φοίνικες ὀλίγοι ἐν τῇ αὐτῇ εὑρισκόμενοι ἐρήμῳ, καὶ ἄγριαι βοτάναι. εὐχαριστήσαντες οὖν, καὶ τῶν παρατιθεμένων μεταλαβόντες, καὶ ὕδωρ ἐκ τῆς παρατυγχανούσης πηγῆς πιόντες, τῷ ἀνοίγοντι χεῖρα καὶ ἐμπιπλῶντι πᾶν ζῷον αὖθις ηὐχαρίστουν Θεῷ. ἀναστάντες δὲ πάλιν, καὶ τὰς 580 νυκτερινὰς πληρώσαντες εὐχάς, τῆς πνευματικῆς πάλιν μετὰ τὴν εὐχὴν ἥπτοντο ὁμιλίας, λόγους σωτηρίους καὶ τῆς οὐρανίου πεπληρωμένους φιλοσοφίας παρ' ὅλην διεξερχόμενοι τὴν νύκτα, ἕως αὐτοὺς ὄρθρος τῶν συνήθων αὖθις μνησθῆναι εὐχῶν πεποίηκεν. Ἔμεινε δὲ Ἰωάσαφ μετὰ τοῦ Βαρλαὰμ ἱκανοὺς οὑτωσὶ χρόνους, τὴν θαυμαστὴν ταύτην καὶ ὑπὲρ ἄνθρωπον μετερχόμενος πολιτείαν, καὶ ὡς πατρὶ τούτῳ καὶ παιδευτῇ μεθ' ὅσης συμπαρομαρτῶν αὐτῷ ὑποταγῆς καὶ ταπεινώσεως, καὶ πρὸς πᾶσαν ἰδέαν γυμναζόμενος ἀρετῆς, ἄριστά τε παιδευόμενος τὴν πάλην τῶν πονηρῶν καὶ ἀοράτων πνευμάτων. ἐντεῦθεν τὰ μὲν πάθη ἐθανάτωσε πάντα· τὸ φρόνημα δὲ τῆς σαρκὸς οὕτω καθυπέταξε τῷ πνεύματι, ὡς δοῦλον δεσπότῃ, τρυφῆς καὶ ἀναπαύσεως ἐπιλαθόμενος πάντη, τῷ ὕπνῳ δὲ ὡς κακῷ προστάσσων οἰκέτῃ. καί, ἁπλῶς εἰπεῖν, τοσοῦτος ἦν αὐτῷ ὁ ἀγὼν τῆς ἀσκήσεως, ὡς καὶ αὐτὸν θαυμάζειν τὸν πολλοὺς ἐν ταύτῃ χρόνους διενεγκόντα Βαρλαάμ, καὶ τῆς καρτερᾶς αὐτῷ ἡττᾶσθαι ἐνστάσεως. τοσοῦτον μὲν γὰρ τῆς σκληρᾶς ἐκείνης καὶ ἀπαρακλήτου μετελάμβανε βρώσεως, ὅσον ἀποζῆν μόνον, καὶ μὴ βιαίως θανόντα τοὺς μισθοὺς ζημιωθῆναι τῆς τῶν καλῶν