1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

82

τοιούτους παρεισάγοντες θεούς, καὶ ἀγάλματα αὐτῶν ποιοῦντες, καὶ θεοποιούμενοι τὰ κωφὰ καὶ ἀναίσθητα εἴδωλα. καὶ θαυμάζω πῶς ὁρῶντες τοὺς θεοὺς αὐτῶν ὑπὸ τῶν δημιουργῶν πριζομένους καὶ πελεκωμένους, παλαιουμένους τε ὑπὸ τοῦ χρόνου καὶ ἀναλυομένους, καὶ χωνευομένους, οὐκ ἐφρόνησαν περὶ αὐτῶν ὅτι οὐκ εἰσὶ θεοί. ὅτε γὰρ περὶ τῆς ἰδίας σωτηρίας οὐδὲν ἰσχύουσι, πῶς τῶν ἀνθρώπων πρόνοιαν ποιήσονται; ἀλλ' οἱ ποιηταὶ αὐτῶν καὶ φιλόσοφοι, τῶν τε Χαλδαίων καὶ Ἑλλήνων καὶ Αἰγυπτίων, θελήσαντες τοῖς ποιήμασιν αὐτῶν καὶ συγγραφαῖς σεμνῦναι τοὺς παρ' αὐτοῖς θεούς, μειζόνως τὴν αἰσχύνην αὐτῶν ἐξεκάλυψαν καὶ γυμνὴν πᾶσι προὔθηκαν. εἰ γὰρ τὸ σῶμα τοῦ ἀνθρώπου πολυμερὲς ὂν οὐκ ἀποβάλλεταί τι τῶν ἰδίων μελῶν, ἀλλὰ πρὸς πάντα τὰ μέλη ἀδιάρρηκτον ἕνωσιν ἔχον ἑαυτῷ ἐστι σύμφωνον, πῶς ἐν φύσει θεοῦ μάχη καὶ διαφωνία ἔσται τοσαύτη; εἰ γὰρ μία φύσις τῶν θεῶν ὑπῆρχεν, οὐκ ὤφειλεν θεὸς θεὸν διώκειν, οὔτε σφάζειν, οὔτε κακοποιεῖν· εἰ δὲ οἱ θεοὶ ὑπὸ θεῶν ἐδιώχθησαν καὶ ἐσφάγησαν, καὶ ἡρπάγησαν καὶ ἐκεραυνώθησαν, οὐκ ἔτι μία φύσις ἐστὶν ἀλλὰ γνῶμαι διῃρημέναι, πᾶσαι κακοποιοί, ὥστε οὐδεὶς ἐξ αὐτῶν ἐστι θεός. φανερὸν οὖν ἐστιν, ὦ βασιλεῦ, πλάνην εἶναι πᾶσαν τὴν περὶ τῶν θεῶν φυσιολογίαν. Πῶς δὲ οὐ συνῆκαν οἱ σοφοὶ καὶ λόγιοι τῶν Ἑλλήνων ὅτι καὶ οἱ νόμους θέμενοι κρίνονται ὑπὸ 418 τῶν ἰδίων νόμων; εἰ γὰρ οἱ νόμοι δίκαιοι εἰσιν, ἄδικοι πάντως οἱ θεοὶ αὐτῶν εἰσι, παράνομα ποιήσαντες, ἀλληλοκτονίας καὶ φαρμακίας, καὶ μοιχείας καὶ κλοπὰς καὶ ἀρσενοκοισίας. εἰ δὲ καλῶς ἔπραξαν ταῦτα, οἱ νόμοι ἄρα ἄδικοί εἰσι, κατὰ τῶν θεῶν συντεθέντες. νυνὶ δὲ οἱ νόμοι καλοί εἰσι καὶ δίκαιοι, τὰ καλὰ ἐπαινοῦντες καὶ τὰ κακὰ ἀπαγορεύοντες· τὰ δὲ ἔργα τῶν θεῶν αὐτῶν παράνομα· παράνομοι ἄρα οἱ θεοὶ αὐτῶν, καὶ ἔνοχοι πάντες θανάτου καὶ ἀσεβεῖς οἱ τοιούτους θεοὺς παρεισάγοντες. εἰ μὲν γὰρ μυθικαὶ αἱ περὶ αὐτῶν ἱστορίαι, οὐδέν εἰσιν, εἰ μὴ μόνον λόγοι· εἰ δὲ φυσικαί, οὐκ ἔτι θεοί εἰσιν οἱ ταῦτα ποιήσαντες καὶ παθόντες· εἰ δὲ ἀλληγορικαί, μῦθοί εἰσι καὶ οὐκ ἄλλο τι. ἀποδέδεικται τοίνυν, ὦ βασιλεῦ, ταῦτα πάντα τὰ πολύθεα σεβάσματα πλάνης ἔργα καὶ ἀπωλείας ὑπάρχειν. οὐ χρὴ οὖν θεοὺς ὀνομάζειν ὁρατοὺς καὶ μὴ ὁρῶντας· ἀλλὰ τὸν ἀόρατον καὶ πάντας δημιουργήσαντα δεῖ σέβεσθαι Θεόν. Ἔλθωμεν οὖν, ὦ βασιλεῦ, καὶ ἐπὶ τοὺς Ἰουδαίους, ὅπως ἴδωμεν τί φρονοῦσι καὶ αὐτοὶ περὶ Θεοῦ. οὗτοι γάρ, τοῦ Ἀβραὰμ ὄντες ἀπόγονοι καὶ Ἰσαάκ τε καὶ Ἰακώβ, παρῴκησαν εἰς Αἴγυπτον. ἐκεῖθεν δὲ ἐξήγαγεν αὐτοὺς ὁ Θεὸς ἐν χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ διὰ Μωσέως τοῦ νομοθέτου αὐτῶν καὶ τέρασι πολλοῖς καὶ σημείοις ἐγνώρισεν αὐτοῖς τὴν ἑαυτοῦ δύναμιν. ἀλλ', ἀγνώμονες καὶ αὐτοὶ φανέντες καὶ ἄχρηστοι, πολλάκις ἐλάτρευσαν τοῖς τῶν ἐθνῶν σεβάσμασι, καὶ τοὺς ἀπεσταλμένους πρὸς αὐτοὺς προφήτας καὶ δικαίους ἀπέκτειναν. εἶτα ὡς εὐδόκησεν ὁ Υἱὸς 420 τοῦ Θεοῦ ἐλθεῖν ἐπὶ τῆς γῆς, ἐμπαροινήσαντες εἰς αὐτόν, προέδωκαν Πιλάτῳ τῷ ἡγεμόνι τῶν Ῥωμαίων καὶ σταυρῷ κατεδίκασαν, μὴ αἰδεσθέντες τὰς εὐεργεσίας αὐτοῦ, καὶ τὰ ἀναρίθμητα θαύματα ἅπερ ἐν αὐτοῖς εἰργάσατο. διὸ ἀπώλοντο τῇ ἰδίᾳ παρανομίᾳ. σέβονται γὰρ καὶ νῦν Θεὸν τὸν μόνον παντοκράτορα, ἀλλ' οὐ κατ' ἐπίγνωσιν· τὸν γὰρ Χριστὸν ἀρνοῦνται τὸν Υἱὸν τοῦ Θεοῦ, καί εἰσι παρόμοιοι τοῖς ἔθνεσι, κἂν ἐγγίζειν πως τῇ ἀληθείᾳ δοκῶσιν, ἧς ἑαυτοὺς ἐμάκρυναν. ταῦτα περὶ τῶν Ἰουδαίων. Οἱ δὲ Χριστιανοὶ γενεαλογοῦνται ἀπὸ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ. οὗτος δὲ ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ὑψίστου ὁμολογεῖται, ἐν Πνεύματι Ἁγίῳ ἀπ' οὐρανοῦ καταβὰς διὰ τὴν σωτηρίαν τῶν ἀνθρώπων, καὶ ἐκ Παρθένου ἁγίας γεννηθεὶς ἀσπόρως τε καὶ ἀφθόρως σάρκα ἀνέλαβε, καὶ ἀνεφάνη ἀνθρώποις, ὅπως ἐκ τῆς πολυθέου πλάνης αὐτοὺς ἀνακαλέσηται. καί, τελέσας τὴν θαυμαστὴν αὐτοῦ οἰκονομίαν, διὰ σταυροῦ θανάτου ἐγεύσατο ἑκουσίᾳ βουλῇ κατ' οἰκονομίαν μεγάλην·