1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

53

τῆς παρούσης ζωῆς ἀλλήλοις συνοικήσαιμεν. πέποιθα δὲ τῷ Κυρίῳ καὶ ἐν τῇ μελλούσῃ διαγωγῇ ἀδιαστάτους ἡμᾶς εἶναι. Αὖθις δὲ ὁ Ἰωάσαφ δακρύων φησὶ πρὸς αὐτόν· Εἰ τῷ Κυρίῳ ταῦτα δοκεῖ, τὸ θέλημα αὐτοῦ γενέσθω. τελειώσας οὖν με λοιπὸν τῷ θείῳ βαπτίσματι, καὶ λαβὼν παρ' ἐμοῦ χρήματα καὶ ἱμάτια εἰς διατροφὴν καὶ ἀμφίασιν σοῦ τε καὶ τῶν ἑταίρων σου, ἄπελθε εἰς τὸν τόπον τῆς ἀσκήσεώς σου, τῇ τοῦ Θεοῦ εἰρήνῃ φρουρούμενος. κἀμοῦ μὴ διαλίπῃς ὑπερευχόμενος, ἵνα μὴ ἐκπέσοιμι τῆς ἐλπίδος μου, ἀλλὰ θᾶττον ἰσχύσω καταλαβεῖν σε καὶ ἐν ἡσυχίᾳ βαθείᾳ τῆς παρὰ σοῦ ἀπολαύειν ὠφελείας. Ὁ δὲ Βαρλαὰμ ἔφη· Τὴν μὲν τοῦ Χριστοῦ σε λαβεῖν σφραγῖδα τὸ κωλῦον οὐδέν. εὐτρέπισον λοιπὸν σεαυτόν· καί, τοῦ Κυρίου συνεργοῦντος, τελειωθήσῃ. περὶ ὧν δὲ εἶπας χρημάτων τοῖς ἑταίροις μου παρασχεῖν, πῶς ἔσται τοῦτο, σὲ τὸν πένητα τοῖς πλουσίοις ἐλεημοσύνην διδόναι; οἱ πλούσιοι γὰρ ἀεὶ τοὺς πένητας εὐεργετοῦσιν, οὐ μὴν δὲ οἱ ἄποροι τοὺς εὐπόρους. ὁ γὰρ ἔσχατος πάντων τῶν ἑταίρων μου πλουσιώτερός σου ἀσυγκρίτως καθέστηκεν. ἀλλὰ πέποιθα εἰς τοὺς οἰκτιρμοὺς τοῦ Θεοῦ καί σε ὅσον οὔπω ὑπερπλουτῆσαι· καὶ οὐκ εὐμετάδοτος τηνικαῦτα ἔσῃ. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Σαφήνισόν μοι τὸν λόγον, πῶς ὁ πάντων ἔσχατος τῶν σῶν 268 ἑταίρων ὑπέρκειταί μου τῷ πλούτῳ, οὕσπερ πολλῇ συζῆν ἀκτημοσύνῃ καὶ ἐσχάτῃ ταλαιπωρεῖσθαι πτωχείᾳ πρὸ μικροῦ ἔλεγες, πῶς δὲ νῦν μὲν πένητά με ἀποκαλεῖς, ὅταν δὲ ὑπερπλουτήσω οὐκ εὐμετάδοτον γενέσθαι λέγεις τὸν εὐμετάδοτον νῦν καθεστηκότα; Ὁ δὲ Βαρλαὰμ ἀπεκρίνατο· Οὐ πτωχείᾳ τούτους ἔφην ταλαιπωρεῖσθαι, ἀλλὰ πλούτῳ κομᾶν ἀκενώτῳ. τὸ γὰρ ἀεὶ τοῖς χρήμασι προστιθέναι χρήματα, καὶ μὴ τῆς ὁρμῆς χαλινοῦσθαι, ἀλλὰ καὶ πλειοτέρων ἀκορέστως ὀρέγεσθαι, τοῦτο πενίας ἐσχάτης ἐστί. τοὺς δὲ τῶν παρόντων μὲν ὑπεριδόντας πόθῳ τῶν αἰωνίων, καὶ σκύβαλα ταῦτα ἡγησαμένους, ἵνα Χριστὸν μόνον κερδήσωσι, πᾶσαν δὲ βρωμάτων καὶ ἐνδυμάτων ἀποθεμένους μέριμναν καὶ τῷ Κυρίῳ ταύτην ἐπιρρίψαντας, εὐφραινομένους δὲ τῇ ἀκτησίᾳ, ὡς οὐκ ἄν τις τῶν φιλοκόσμων εὐφρανθείη πλούτῳ καὶ χρήμασι βρίθων, καὶ τὸν πλοῦτον τῆς ἀρετῆς ἀφθόνως ἑαυτοῖς συναγηοχότας, ταῖς ἐλπίσι τε τῶν ἀτελευτήτων τρεφομένους ἀγαθῶν, εἰκότως πλουσιωτέρους σου καὶ πάσης τῆς ἐπιγείου βασιλείας καλέσαιμι. τοῦ δὲ Θεοῦ συνεργοῦντός σοι, ἐπιλήψῃ καὶ αὐτὸς τῆς τοιαύτης πνευματικῆς περιουσίας, ἥνπερ ἐν ἀσφαλείᾳ τηρῶν καὶ τοῦ πλείονος ἀεὶ δικαίως ἐφιέμενος, οὐκ ἂν θελήσειάς τι ταύτης κατακενοῦν ὅλως. αὕτη γάρ ἐστιν ἀληθὴς περιουσία· ὁ δὲ τοῦ αἰσθητοῦ πλούτου ὄγκος βλάψειε μᾶλλον τοὺς αὐτοῦ φίλους ἢ ὠφελήσειεν. εἰκότως οὖν πενίαν ἐσχάτην τοῦτον ἀπεκάλεσα, ὅνπερ οἱ ἐρασταὶ τῶν οὐρανίων ἀγαθῶν πάντη ἀπαρνησά 270 μενοι ἔφυγον ἀπ' αὐτοῦ, ὡς φεύγει τις ἀπὸ ὄφεως. εἰ δέ, ὃν ἀπέκτειναν ἐχθρὸν καὶ τοῖς ποσὶ συνεπάτησαν οἱ συνασκηταί μου καὶ συστρατιῶται, τοῦτον αὖθις ζῶντα παρὰ σοῦ λαβὼν αὐτοῖς ἀπενέγκω, καὶ πρόξενος πολέμων καὶ παθῶν γένωμαι, ἔσομαι αὐτοῖς πάντως ἄγγελος πονηρός· ὅπερ μὴ γένοιτό μοι ποιῆσαι. Τὰ αὐτὰ δέ μοι νόει καὶ περὶ ἐνδυμάτων. τοῖς γὰρ ἀπεκδυσαμένοις τὴν τῆς παλαιότητος καταφθορὰν καὶ τὸ τῆς παρακοῆς ἔνδυμα, ὅσον τὸ ἐπ' αὐτοῖς, ἀποθεμένοις, τὸν Χριστὸν δὲ ὡς ἱμάτιον σωτηρίου καὶ χιτῶνα εὐφροσύνης ἐνδεδυμένοις, πῶς αὐτοὺς πάλιν τοὺς δερματίνους ἀμφιάσαιμι χιτῶνας καὶ τὸ τῆς αἰσχύνης περιθήσομαι περιβόλαιον; ἀλλὰ τοὺς μὲν ἐμοὺς ἑταίρους μηδενὸς τῶν τοιούτων ἐπιδεομένους γινώσκων, τῇ τῆς ἐρήμου δὲ ἀρκουμένους ἀσκήσει καὶ τρυφὴν ταύτην λογιζομένους ἀληθεστάτην, τὰ χρήματα καὶ ἱμάτια, ἅπερ τούτοις ἔλεγες παρασχεῖν, τοῖς πένησι διανείμας, θησαυρὸν ἑαυτῷ εἰς τὸ μέλλον ἄσυλον θησαύρισον, τὸν Θεὸν ἑαυτῷ ταῖς ἐκείνων εὐχαῖς ἐπίκουρον θέμενος· οὕτω γὰρ μᾶλλον