1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

90

γὰρ ὑπεισελθὼν τῶν νεανίδων ἐκείνων, 458 ἥτις πασῶν ἦν εὐμορφοτάτη, θυγάτηρ οὖσα βασιλέως, καὶ αἰχμάλωτος τῆς ἰδίας ἀλλοτριωθεῖσα πατρίδος, τῷ βασιλεῖ δὲ Ἀβενὴρ ὡς μέγιστόν τι προσαχθεῖσα δῶρον, ἥν, ὡς πάνυ ὡραιοτάτην οὖσαν, εἰς ὄλισθον καὶ ὑποσκελισμὸν τοῦ υἱοῦ ὁ πατὴρ ἦν ἀποστείλας, ταύτην ὁ ἀπατεὼν ὑπεισέρχεται, καὶ λόγους αὐτῇ ὑποτίθησι, πάνυ τὸ σοφὸν καὶ συνετὸν ἐμφαίνοντας τοῦ ταύτης λογισμοῦ. πάντα γὰρ τὰ πρὸς κακίαν μηχανήματα ῥᾳδίως ὁ πονηρὸς μετέρχεται. εἶτα, τῷ τοῦ βασιλέως υἱῷ ἐκ δεξιᾶς προσπεσών, φίλτρον ἐντίθησιν αὐτῷ τῆς κόρης, διὰ τὸ νουνεχὲς δῆθεν αὐτῆς καὶ κόσμιον, καὶ διὰ τὸ εὐγενῆ οὕτω καὶ βασιλικῆς οὖσαν σειρᾶς τῆς πατρίδος ἅμα καὶ δόξης ἐστερῆσθαι. πρὸς τούτοις καὶ λογισμοὺς ὑποσπείρει τοῦ ἀπαλλάξαι αὐτὴν τῆς εἰδωλομανίας καὶ Χριστιανὴν ποιῆσαι. Ταῦτα δὲ πάντα μηχαναὶ ἦσαν τοῦ δολίου δράκοντος. οὕτω γὰρ τὴν ψυχὴν διατεθεὶς ὁ τοῦ βασιλέως υἱὸς καὶ μηδένα λογισμὸν ῥυπαρὸν ἢ ἔρωτα ἐμπαθῆ βλέπων ἐν ἑαυτῷ πρὸς τὴν κόρην σαλευόμενον, ἀλλ' ἢ μόνον συμπάθειαν καὶ ἔλεος τῆς τε συμφορᾶς καὶ τῆς ψυχικῆς ἀπολείας, οὐκ ᾔδει δαιμονικὴν εἶναι μηχανὴν τὸ πρᾶγμα· ὄντως γὰρ σκότος ἐστὶν ἐκεῖνος καὶ τὸ φῶς ὑποκρίνεται. ὡς γὰρ ὁμιλεῖν ἤρξατο τῇ κόρῃ ὁ τοῦ βασιλέως υἱὸς καὶ τὰ τῆς θεογνωσίας αὐτῇ προσλαλεῖν λόγια, Σύνες, λέγων, ὦ γύναι, τὸν ζῶντα εἰς τοὺς αἰῶνας Θεόν, καὶ μὴ τῇ πλάνῃ ταύτῃ τῶν εἰδώλων καταφθαρῇς, ἀλλὰ τὸν ∆εσπότην ἐπίγνωθι καὶ δημιουργὸν τοῦδε 460 τοῦ παντός, καὶ μακαρία ἔσῃ νυμφευθεῖσα τῷ ἀθανάτῳ νυμφίῳ· πολλὰ δὲ τοιαῦτα νουθετοῦντος αὐτοῦ, εὐθὺς τὸ πονηρὸν πνεῦμα ὑπαγορεύει τῇ γυναικὶ τὰ τῆς ἀπάτης ὑφαπλῶσαι θήρατρα καὶ πρὸς τὸν τῆς ἐμπαθείας κατασῦραι βόθρον τὴν θεοφιλῆ ψυχὴν ἐκείνην, καθά ποτε καὶ τῷ γενάρχῃ πεποίηκε διὰ τῆς Εὔας, τοῦ παραδείσου καὶ τοῦ Θεοῦ ταλαιπώρως φεῦ ἐξορίσας, καὶ θανάτῳ ὑπόδικον αὐτὸν ἀντὶ τῆς μακαρίας καὶ ἀθανάτου ζωῆς γενέσθαι παρασκευάσας. Ὡς γὰρ ἤκουσεν ἡ κόρη τὰ ῥήματα ἐκεῖνα τὰ πάσης πεπληρωμένα σοφίας, ἀσύνετος οὖσα οὐ συνῆκεν· ἀλλὰ τοιαύτας ἐδίδου τὰς ἀποκρίσεις, ὡς ἅτε γλῶσσα καὶ στόμα τῷ πονηρῷ γενομένη, καί φησιν· Εἰ τῆς ἐμῆς, ὦ δέσποτα, σωτηρίας φροντίζεις, καὶ προθυμῇ τῷ Θεῷ σου προσαγαγεῖν με καὶ τὴν ταπεινὴν ψυχήν μου σῶσαι, ποίησον καὶ αὐτὸς μίαν μου αἴτησιν, καί, πᾶσιν εὐθὺς τοῖς πατρῴοις μου θεοῖς ἀποταξαμένη, τῷ σῷ συντάξομαι Θεῷ, μέχρι τελευταίας αὐτῷ λατρεύουσα ἀναπνοῆς, καὶ μισθὸν λήψῃ τῆς ἐμῆς σωτηρίας καὶ πρὸς τὸν Θεὸν ἐπιστροφῆς. Τοῦ δέ, Τίς ἡ ἀξίωσις, ὦ γύναι; εἰπόντος, ἐκείνη καὶ σχῆμα καὶ βλέμμα καὶ φθέγμα καὶ ὅλην ἑαυτὴν πρὸς τὸ θέλγειν καταστήσασα, Συνάφθητί μοι, ἔφη, γάμου κοινωνίᾳ, κἀγώ σου τοῖς προστάγμασι χαίρουσα ἐξακολουθήσω. Ὁ δέ, Μάτην, φησίν, ὦ γύναι, τοιαύτην μοι προέτεινας σκληρὰν ἀξίωσιν· τῆς μὲν γὰρ σῆς ἰσχυρῶς κήδομαι σωτηρίας, καὶ τοῦ βυθοῦ τῆς ἀπωλείας ποθῶ σε ἀνελκῦσαι· μολῦναι δὲ τὸ 462 σῶμά μου δι' αἰσχρᾶς μίξεως βαρύ μοι καὶ πάντη ἀδύνατον. Ἡ δέ, ὅλην ὁμαλίζουσα τὴν ὁδὸν αὐτῷ καὶ διαλεαίνουσα, Ἱνατί, φησί, τοιαῦτα φθέγγῃ σύ, ὁ πάσης πεπληρωμένος σοφίας; ἱνατί μολυσμὸν τὸ πρᾶγμα καὶ αἰσχρὰν ἐκάλεσας μῖξιν; οὐκ ἀμύητος γάρ εἰμι κἀγὼ τῶν Χριστιανικῶν βιβλίων· ἀλλὰ πολλαῖς μὲν δέλτοις ἐν τῇ πατρίδι μου ἐνέτυχον, πολλῶν δὲ ὁμιλούντων μοι Χριστιανῶν ἀκήκοα. οὐ γέγραπται τοίνυν ἔν τινι τῶν καθ' ὑμᾶς βιβλίων, Τίμιος ὁ γάμος καὶ ἡ κοίτη ἀμίαντος; καί, Κρεῖσσον γαμεῖν ἢ πυροῦσθαι; καί, Ἃ ὁ Θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω; οὐ πάντας τοὺς πάλαι δικαίους, πατριάρχας τε καὶ προφήτας, γάμῳ συναφθῆναι αἱ Γραφαὶ διδάσκουσιν ὑμῶν; οὐ Πέτρον ἐκεῖνον, ὃν καὶ κορυφαῖον τῶν ἀποστόλων φατὲ γεγονέναι, γαμετὴν γέγραπται ἐσχηκέναι; τίσιν οὖν αὐτὸς πειθόμενος μολυσμὸν τοῦτο καλεῖς; πάνυ μοι δοκεῖς, δέσποτα, τῆς ἀληθείας