1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

51

κάτω συρομένων, ἐν ἡδοναῖς τε καὶ ἐπιθυμίαις πονηραῖς τὸν βίον δαπανῶντας· ἀλλὰ τεθανατωμένους τούτους εὖ ἴσθι τυγχάνειν καὶ νενεκρωμένους τῇ τῆς ζωῆς ἐνεργείᾳ. τὴν γὰρ 256 ἁμαρτίαν θάνατον τῆς ἀθανάτου ψυχῆς σοφός τις ἐκάλεσεν εἰκότως· φησὶ δὲ καὶ ὁ Ἀπόστολος· Ὅτε δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ· τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; τὸ γὰρ τέλος ἐκείνων θάνατος. νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος. Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Ἐπείπερ ἡ ἐν σαρκὶ ζωὴ οὐκ ἐν μέτρῳ ζωῆς σοι λελόγισται, οὐδὲ τὸν θάνατον τοῦτον, ὃν ὑφίστανται πάντες, θάνατόν σοι λογίζεσθαι χρή. Ὁ δὲ γέρων ἀπεκρίνατο· Ἀναμφιλέκτως καὶ περὶ τούτων οὕτως ἔχω, μηδόλως τὸν πρόσκαιρον τουτονὶ θάνατον τρέμων, μήτε θάνατον αὐτὸν τοπαράπαν ἀποκαλῶν, εἴ γε τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Θεοῦ βαδίζοντά με καταλάβῃ, διαβατήριον δὲ μᾶλλον ἐκ θανάτου πρὸς ζωὴν τὴν κρείττονα καὶ τελειοτέραν καὶ ἐν Χριστῷ κρυπτομένην, ἧσπερ ποθοῦντες τυχεῖν οἱ ἅγιοι πάνυ τῇ παρούσῃ ἐδυσχέραινον. διό φησιν ὁ Ἀπόστολος· Οἴδαμεν ὅτι, ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ Θεοῦ ἔχομεν οἰκίαν ἀχειροποίητον, αἰώνιον, ἐν τοῖς οὐρανοῖς· καὶ γὰρ ἐν τούτῳ στενάζομεν, τὸ οἰκητήριον ἡμῶν τὸ ἐξ οὐρανοῦ ἐπενδύσασθαι ἐπιποθοῦντες, εἴ γε καὶ ἐνδυσάμενοι οὐ γυμνοὶ εὑρεθησόμεθα· καὶ γὰρ οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι, ἐφ' ᾧ οὐ θέλομεν ἐκδύσασθαι, ἀλλ' ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ 258 θνητὸν ὑπὸ τῆς ζωῆς. καὶ πάλιν· Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; καὶ αὖθις· Ἐπιθυμῶ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. ὁ δὲ Προφήτης, Πότε ἥξω, φησί, καὶ ὀφθήσομαι τῷ προσώπῳ τοῦ Θεοῦ; ὅτι δὲ καὶ ἐμοὶ τῷ πάντων ἐλαχιστοτέρῳ οὐδόλως τὸν αἰσθητὸν θάνατον δεδοικέναι δοκεῖ, ἔξεστί σοι γνῶναι τῷ παρ' οὐδὲν θέμενόν με τὴν τοῦ σοῦ πατρὸς ἀπειλὴν ἀδεῶς παραγενέσθαι πρὸς σὲ καὶ τὸν σωτήριόν σοι καταγγεῖλαι λόγον, ἀκριβῶς περ εἰδότα ὡς, εἰ ἔλθοι αὐτῷ εἰς γνῶσιν ταῦτα, μυρίοις με, εἰ δυνατόν, καθυποβαλεῖ θανάτοις. ἀλλ' ἔγωγε, τὸν τοῦ Θεοῦ λόγον πάντων προκρίνων καὶ αὐτοῦ ποθῶν ἐπιτυχεῖν, οὔτε πτοοῦμαι τὸν πρόσκαιρον θάνατον, οὔτε τῆς τοιαύτης αὐτὸν προσηγορίας ἄξιον ὅλως ἀποκαλῶ, τῇ ∆εσποτικῇ πειθόμενος ἐντολῇ, τῇ λεγούσῃ· Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ταῦτα μὲν οὖν, φησὶν ὁ Ἰωάσαφ, τῆς ἀληθινῆς ὑμῶν φιλοσοφίας τὰ κατορθώματα, ὑπεραναβεβηκότα λίαν τὴν τῶν γηΐνων φύσιν τῶν δυσαποσπάστως τῆς παρούσης ἐχόντων ζωῆς· καὶ μακάριοι ὑμεῖς τοιαύτης ἐχόμενοι ἀνδρειοτάτης γνώμης. τίς δέ σου καὶ τῶν σὺν σοὶ ἐν τῇ τοιαύτῃ ἐρήμῳ ἡ διατροφή, πόθεν δὲ τὰ ἐνδύματα καὶ ποταπά, γνώρισόν μοι φιλαλήθως. Ὁ δὲ Βαρλαὰμ φησίν. Ἡ μὲν διατροφὴ ἐκ τῶν εὑρισκομένων ἐστὶν ἀκροδρύων καὶ βοτανῶν ὧν ἡ ἔρημος τρέφει, δρόσῳ ποτιζομένη οὐρανίῳ καὶ τῇ 260 προστάξει τοῦ ∆ημιουργοῦ εἴκουσα, ἐφ' οἷς οὐδείς ἐστιν ὁ μαχόμενος ἡμῖν καὶ φιλονεικῶν καὶ τὸ πλέον ζητῶν ἁρπάζειν τῷ τῆς πλεονεξίας ὅρῳ τε καὶ λόγῳ· ἀλλ' ἀφθόνως πᾶσι πρόκειται ἀνήροτος τροφὴ καὶ αὐτοσχέδιος τράπεζα. εἰ δέ ποτε καὶ τῶν πλησιαζόντων τις πιστῶν ἀδελφῶν ἄρτου ἐνέγκοι εὐλογίαν, ὡς παρὰ τῆς προνοίας πεμφθέντα δεχόμεθα τοῦτον ἐπ' εὐλογίᾳ τῶν πιστῶς προσενεγκόντων. τὰ δὲ ἐνδύματα ἀπὸ ῥακίων εἰσὶ τριχίνων καὶ μηλωταρίων ἢ σεβεννίνων, πεπαλαιωμένα πάντα καὶ πολύρραφα, πάνυ κατατρύχοντα τὸ ἀσθενὲς τοῦτο σαρκίον. τὸ αὐτὸ γὰρ ἡμῖν ἐστι περιβόλαιον θέρους τε καὶ χειμῶνος,