1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

54

συνεργῷ τῷ πλούτῳ πρὸς τὰ καλὰ χρήσαιο. εἶτα καὶ τὴν πανοπλίαν τοῦ πνεύματος περιβαλλόμενος, καὶ τὴν μὲν ὀσφὺν ἐν ἀληθείᾳ περιζωσάμενος, ἐνδυσάμενος δὲ καὶ τὸν τῆς δικαιοσύνης θώρακα, περιθέμενός τε καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου, καὶ τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης ὑποδησάμενος, μετὰ χεῖράς τε τὸν τῆς πίστεως ἀναλαβὼν θυρεόν, καὶ τὴν τοῦ πνεύματος μάχαιραν, ἥ ἐστι ῥῆμα Θεοῦ, καὶ πάντοθεν ἄριστα καθοπλισθεὶς καὶ περιφραξάμενος, οὕτω πεποι 272 θὼς πρὸς τὸν κατὰ τῆς ἀσεβείας ἔξελθε πόλεμον, ὡς ἄν, ταύτην τροπωσάμενος καὶ τὸν αὐτῆς ἀρχηγὸν διάβολον εἰς γῆν καταρράξας, τοῖς τῆς νίκης στεφάνοις κοσμηθήσῃ ἐκ τῆς ζωαρχικῆς δεξιᾶς τοῦ ∆εσπότου. χιχ Τοῖς τοιούτοις οὖν δόγμασι καὶ λόγοις σωτηρίοις κατηχήσας ὁ Βαρλαὰμ τὸν τοῦ βασιλέως υἱὸν καὶ πρὸς τὸ θεῖον βάπτισμα εὐτρεπίσας, νηστεύειν τε καὶ εὔχεσθαι ἐντειλάμενος, κατὰ τὸ ἔθος, ἐφ' ἱκανὰς ἡμέρας, οὐ διέλιπε συχνάζων πρὸς αὐτόν, καὶ πᾶσαν δογματικὴν φωνὴν τῆς ὀρθοδόξου πίστεως ἐκδιδάσκων καὶ τὸ θεῖον Εὐαγγέλιον ὑπαγορεύων αὐτῷ, πρὸς δὲ καὶ τὰς ἀποστολικὰς παραινέσεις καὶ τὰς προφητικὰς ῥήσεις ἑρμηνεύων· θεοδίδακτος γὰρ ὢν ὁ ἀνὴρ πᾶσαν ἐπὶ στόματος Παλαιάν τε καὶ Καινὴν Γραφὴν ἔφερε, καί, τῷ θείῳ κινούμενος Πνεύματι, ἐφώτισεν αὐτὸν πρὸς τὴν ἀληθῆ θεογνωσίαν. ἐν αὐτῇ δὲ τῇ ἡμέρᾳ ὅτε βαπτισθῆναι ἔμελλε, διδάσκων αὐτόν, ἔλεγεν· Ἰδοὺ τὴν τοῦ Χριστοῦ ἐπείγῃ λαβεῖν σφραγῖδα, καὶ τῷ φωτὶ σημειωθῆναι τοῦ προσώπου Κυρίου. καὶ υἱὸς μὲν γίνῃ Θεοῦ, ναὸς δὲ τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος. πίστευε τοίνυν εἰς Πατέρα, καὶ Υἱόν, καὶ Ἅγιον Πνεῦμα, τὴν ἁγίαν καὶ ζωαρχικὴν Τριάδα ἐν τρισὶν ὑποστάσεσι καὶ μιᾷ θεότητι δοξαζομένην, διαιρετὴν μὲν ταῖς ὑποστάσεσι καὶ ταῖς ὑποστατικαῖς ἰδιότησιν, ἡνωμένην δὲ τῇ οὐσίᾳ· ἕνα μὲν 274 γινώσκων Θεὸν ἀγέννητον, τὸν Πατέρα, ἕνα δὲ γεννητὸν Κύριον, τὸν Υἱόν, φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ, γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· ἀγαθοῦ γὰρ Πατρὸς ἀγαθὸς ἐγεννήθη Υἱός, φωτὸς δὲ τοῦ ἀγεννήτου φῶς ἐξέλαμψε τὸ ἀΐδιον, καὶ ἐκ τῆς ὄντως ζωῆς ἡ ζωοποιὸς προῆλθε πηγή, καὶ ἐκ τῆς αὐτοδυνάμεως ἡ τοῦ Υἱοῦ δύναμις ἐξεφάνη, ὅς ἐστιν ἀπαύγασμα τῆς δόξης καὶ Λόγος ἐνυπόστατος, ἐν ἀρχῇ ὢν πρὸς τὸν Θεὸν καὶ Θεὸς ἄναρχός τε καὶ ἀΐδιος· δι' οὗ τὰ πάντα ἐγένετο τὰ ὁρατὰ καὶ τὰ ἀόρατα· καὶ ἓν εἰδὼς Πνεῦμα Ἅγιον, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, Θεὸν τέλειον, καὶ ζωοποιόν, καὶ ἁγιασμοῦ παρεκτικόν, ταυτοθελές, ταυτοδύναμον, συναΐδιον, ἐνυπόστατον. οὕτως οὖν προσκύνει τὸν Πατέρα καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα ἐν τρισὶν ὑποστάσεσιν, εἴτ' οὖν ἰδιότησι, καὶ θεότητι μιᾷ· κοινὸν μὲν γὰρ τῶν τριῶν ἡ θεότης, καὶ μία αὐτῶν ἡ φύσις, μία οὐσία, μία δόξα, μία βασιλεία, μία δύναμις, μία ἐξουσία· κοινὸν δὲ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι τὸ ἐκ τοῦ Πατρός, ἴδιον δὲ τοῦ Πατρὸς μὲν ἡ ἀγεννησία, Υἱοῦ δὲ ἡ γέννησις, Πνεύματος δὲ ἡ ἐκπόρευσις. Οὕτω μὲν οὖν ταῦτα πίστευε· καταλαβεῖν δὲ τὸν τρόπον τῆς γεννήσεως ἢ τῆς ἐκπορεύσεως μὴ ἐπιζήτει (ἀκατάληπτος γάρ)· ἐν εὐθύτητι καρδίας ἀπεριέργως προσδέχου ὅτι ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Ἅγιον Πνεῦμα κατὰ πάντα ἕν εἰσι, πλὴν τῆς ἀγεννησίας καὶ τῆς γεννήσεως καὶ τῆς ἐκπορεύσεως, καὶ ὅτι ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεὸς διὰ τὴν ἡμετέραν σωτηρίαν κατῆλθεν ἐπὶ τῆς γῆς εὐδοκίᾳ τοῦ Πατρὸς καὶ 276 συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ἀσπόρως συλληφθεὶς ἐν τῇ μήτρᾳ τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου Μαρίας διὰ Πνεύματος Ἁγίου, καὶ ἀφθόρως ἐξ αὐτῆς γεννηθείς, καὶ ἄνθρωπος τέλειος γενόμενος, καὶ ὅτι αὐτὸς Θεὸς τέλειός ἐστι καὶ ἄνθρωπος τέλειος, γενόμενος ἐκ δύο φύσεων, θεότητός τε καὶ ἀνθρωπότητος, καὶ ἐν δύο φύσεσι νοεραῖς, θελητικαῖς τε καὶ ἐνεργητικαῖς καὶ