1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

66

κατακοπέντας, μόλις τῆς πολλῆς ἀνενεγκὼν μανίας, παύσασθαι τοὺς τύπτοντας κελεύει. καί φησι πρὸς αὐτούς· Τί τὰ ὀστᾶ ταῦτα τῶν τεθνεώτων περιφέρετε; εἰ, ὧν τὰ ὀστᾶ εἰσι ποθοῦντες, ταῦτα βαστάζετε, ταύτῃ τῇ ὥρᾳ θήσομαι καὶ ὑμᾶς μετ' αὐτῶν, ἵνα, τῶν ποθουμένων τυχόντες, χάριν μοι 334 ὁμολογήσητε. ὁ δὲ τῆς θείας ἐκείνης φάλαγγος ἔξαρχος καὶ καθηγητὴς παρ' οὐδὲν τὰς τοῦ βασιλέως τιθέμενος ἀπειλάς, ὡς μηδενὸς αὐτῷ συμβεβηκότος ἀνιαροῦ, ἐλευθέρᾳ φωνῇ καὶ λαμπροτάτῳ προσώπῳ καὶ τὴν ἐνοικοῦσαν τῇ ψυχῇ σημαίνοντι χάριν ἔφη· Τὰ ὀστᾶ ταῦτα τὰ καθαρὰ καὶ ἅγια περιφέρομεν, ὦ βασιλεῦ, τὸν πόθον τε ἀφοσιούμενοι ὧν εἰσι θαυμασίων ἀνδρῶν, καὶ τῆς ἀσκήσεως αὐτῶν καὶ θεοφιλοῦς πολιτείας εἰς μνήμην ἑαυτοὺς ἄγοντες καὶ πρὸς τὸν ὅμοιον διεγείροντες ζῆλον, τὴν ἀνάπαυσίν τε ἐνοπτριζόμενοι καὶ τρυφὴν ἐν ᾗ νῦν διάγουσι· καὶ τούτους μὲν μακαρίζοντες, ἀλλήλους δὲ παραθήγοντες τοῖς αὐτῶν ἐξακολουθεῖν ἴχνεσι σπεύδομεν. πρὸς δέ, καὶ τὴν τοῦ θανάτου ἑαυτοῖς περιποιούμεθα μνήμην, πάνυ ὠφέλιμον οὖσαν καὶ πρὸς τοὺς τῆς ἀσκήσεως ἀγῶνας προθύμως ἀναπτεροῦσαν, καὶ ἁγιασμὸν δὲ τῇ τούτων ἀρυόμεθα προσψαύσει. Αὖθις δὲ ὁ βασιλεύς, Εἰ ὠφέλιμος, φησίν, ἡ τοῦ θανάτου μνήμη, καθώς φατε, τί μὴ τοῖς ἐν τοῖς σώμασιν ὑμῶν ὀστέοις τὴν τούτου ὑποδέχεσθε μνήμην, τοῖς οἰκείοις ὑμῖν καὶ ὅσον οὔπω φθαρησομένοις, ἤπερ τοῖς ἀλλοτρίοις τούτοις καὶ διεφθαρμένοις; Καὶ ὁ μοναχός, Πέντε μέν, φησίν, ἐμοῦ εἰρηκότος αἰτίας τῆς τῶν λειψάνων περιφορᾶς, πρὸς μίαν αὐτὸς ἀνταποκρινόμενος, χλευάζειν ἡμᾶς δοκεῖς· ἀλλ' ἐναργέστερον, εὖ ἴσθι, τὰ τῶν προτετελευτηκότων ὀστᾶ τὴν τοῦ θανάτου παριστῶσι μνήμην, ἤγε τῶν ζώντων. ἀλλ', ἐπείπερ ταῦθ' οὕτως εἶναι γινώσκεις καὶ τὰ ἐν τῇ σαρκί σου ὀστᾶ τὸν θάνατόν σοι ὑποτυποῦσι, τί μὴ καὶ 336 αὐτός, τῆς ὅσον οὔπω ἐλευσομένης μνημονεύων τελευτῆς, εὖ τὰ σεαυτοῦ διατίθης, ἀλλὰ πάσαις μὲν τὴν ψυχήν σου ἐκδέδωκας παρανομίαις, βιαίως δὲ καὶ ἀνηλεῶς ἀναιρεῖς τοὺς λατρευτὰς τοῦ Θεοῦ καὶ τῆς εὐσεβείας ἐραστάς, τοὺς μηδέν σοι ἠδικηκότας, μηδέ σοι τῶν παρόντων τι συμμεριζομένους ἢ ἀφελέσθαι φιλονεικοῦντας; Ὁ δὲ βασιλεὺς ἔφη· Τοὺς δεινοὺς ὑμᾶς καὶ λαοπλάνους εἰκότως κολάζω, ὅτι πάντας ἀπατᾶτε, ἀπέχεσθαι τῶν τερπνῶν τοῦ βίου ὑποτιθέμενοι, καί, ἀντὶ τῆς γλυκείας ζωῆς καὶ τῆς ποθεινοτάτης ἐπιθυμίας καὶ ἡδονῆς, τὴν σκληρὰν καὶ ῥυπώδη ταύτην καὶ πιναρὰν ἐκλέγεσθαι ἀγωγὴν ἐκβιάζεσθε, καὶ τὴν τῶν θεῶν τιμὴν τῷ Ἰησοῦ ἀπονέμειν κηρύττετε. ἵνα οὖν μή, τῇ ὑμετέρᾳ ἀπάτῃ ἐξακολουθοῦντες, οἱ λαοὶ ἔρημον τὴν γῆν καταλίπωσι, καί, τῶν πατρίων ἀποστάντες θεῶν, ἀλλοτρίῳ λατρεύσωσι, τιμωρίαις ὑμᾶς καὶ θανάτοις ὑποβαλεῖν δίκαιον ἔκρινα. Ὁ δὲ μοναχὸς φησίν· Εἰ πάντας μετέχειν τῶν ἀγαθῶν τοῦ βίου ὀρέγῃ, τί μὴ πᾶσιν ἐπ' ἴσης μεταδίδως τῆς τρυφῆς καὶ τοῦ πλούτου, ἀλλ' οἱ μὲν πλείους πενίᾳ ταλαιπωροῦνται, σὺ δὲ τὰ αὐτῶν προσαφαρπάζων τοῖς ἑαυτοῦ προστίθης; οὐκ ἄρα τῆς τῶν πολλῶν φροντίζεις σωτηρίας, ἀλλὰ τὴν ἰδίαν πιαίνεις σάρκα, ὕλην ἑτοιμάζων τῇ τῶν σκωλήκων καταβρώσει. διὰ τοῦτο, καὶ τὸν τῶν πάντων ἀπαρνησάμενος Θεόν, τοὺς μὴ ὄντας προσηγόρευσας θεούς, τοὺς πάσης παρανομίας ἐφευρετάς, ἵνα σοι, κατὰ μίμησιν αὐτῶν ἀσελγαίνοντι καὶ παρανομοῦντι, τὸ μιμητὴς ἀναγορεύεσθαι τῶν θεῶν σου προσγένηται. οἷα γὰρ οἱ θεοὶ ὑμῶν 338 ἔπραξαν, πῶς οὐχὶ καὶ οἱ προσέχοντες αὐτοῖς ἄνθρωποι πράξουσι; πλάνην οὖν μεγάλην πεπλάνησαι, ὦ βασιλεῦ. δέδοικας δὲ μή τινας τοῦ λαοῦ πείσαιμεν, τοῖς ἡμετέροις συνθεμένους, ἀποστῆναί σου τῆς χειρὸς καὶ τῇ τὰ πάντα συνεχούσῃ προσοικειωθῆναι χειρί· θέλεις γὰρ πολλοὺς εἶναι τοὺς ὑπουργοὺς τῆς σῆς πλεονεξίας, ἵν' αὐτοὶ μὲν ταλαιπωρῶσι, σοὶ δὲ τὰ παρ' αὐτῶν προσγένοιτο κέρδη. ὃν τρόπον κύνας τις τρέφων ἢ ὄρνεα εἰς θήραν τιθασσευόμενα, πρὸ μὲν τῆς θήρας