1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

36

πάλιν ἕκαστος ἐπανέρχονται, τὸ τῆς ἀρετῆς μέλι τοῖς σίμβλοις τῶν καρδιῶν φιλοτίμως ἐναποτιθέντες, καὶ γεωργοῦντες καρπὸν γλυκύτατον καὶ τῆς ἐπουρανίου τραπέζης ἐπάξιον. Ἄλλοι δὲ κοινοβιακὸν μετέρχονται βίον· οἵτινες, πλήθη πολυάνθρωπα ἐπὶ τὸ αὐτὸ ἀθροισθέντες, ὑφ' ἑνὶ ταξιάρχῃ καὶ προεστῶτι, τῷ πάντων διαφορωτάτῳ, ἑαυτοὺς ἔταξαν, πᾶν θέλημα ἑαυτῶν μαχαίρᾳ τῆς ὑπακοῆς ἀποσφάξαντες· καὶ δούλους ὠνητοὺς ἑαυτοὺς ἑκουσίως λογισάμενοι, οὐκ ἔτι ἑαυτοῖς ζῶσιν, ἀλλ' ᾧ διὰ τὸν τοῦ Χριστοῦ πόθον ἑαυτοὺς καθυπέταξαν· οἰκειότερον δὲ μᾶλλον εἰπεῖν, ζῶσιν οὐκ ἔτι ἑαυτοῖς, ζῇ δὲ ἐν αὐτοῖς ὁ Χριστός, ᾧ ἠκολούθησαν πάντα ἀπαρνησάμενοι. τοῦτο γάρ ἐστιν ἀναχώρησις, κόσμου ἑκούσιον μῖσος, καὶ ἄρνησις φύσεως πόθῳ τῶν ὑπὲρ φύσιν. οὗτοι τοίνυν ὡς ἄγγελοι ἐπὶ τῆς γῆς πολιτεύονται, ψαλμοὺς καὶ ὕμνους ὁμοθυμαδὸν τῷ Κυρίῳ ᾄδοντες, καὶ ὁμολογηταὶ τοῖς ἄθλοις τῆς ὑπακοῆς χρηματίζοντες· ἐφ' οἷς καὶ τὸ δεσποτικὸν πληροῦται λόγιον. φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν, οὐκ εἰς τοῦτο τὸ μέτρον τὴν ἐπὶ τῷ ὀνόματι αὐτοῦ συναγωγὴν περικλείσας, ἀλλὰ 180 διὰ τῶν δύο ἢ τριῶν ἀδιόριστον τὸν ἀριθμὸν δηλώσας. εἴτε γὰρ ὀλίγοι, εἴτε πολλοὶ διὰ τὸ ἅγιον αὐτοῦ συναχθῶσιν ὄνομα, αὐτῷ διαπύρῳ λατρεύοντες πόθῳ, ἐκεῖ παρεῖναι τοῦτον πιστεύομεν ἐν μέσῳ τῶν αὐτοῦ δούλων. Τούτοις τοῖς τύποις καὶ ταῖς τοιαύταις ἀγωγαῖς οἱ γήϊνοι καὶ χοϊκοὶ τὸν βίον ἐζήλωσαν τῶν οὐρανίων, ἐν νηστείαις καὶ εὐχαῖς καὶ ἀγρυπνίαις, ἐν δάκρυσι θερμοῖς καὶ ἀμετεωρίστῳ πένθει, ἐν ξενιτείᾳ καὶ μνήμῃ θανάτου, ἐν πραότητι καὶ ἀοργησίᾳ, ἐν σιωπῇ χειλέων, ἐν ἀκτημοσύνῃ καὶ πτωχείᾳ, ἐν ἁγνείᾳ καὶ σωφροσύνῃ, ἐν ταπεινόφρονι γνώμῃ καὶ ἡσυχίᾳ, ἐν ἀγάπῃ τελείᾳ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, τὸν παρόντα ἐκτελέσαντες βίον καὶ ἄγγελοι τοῖς τρόποις γενόμενοι. ὅθεν Θεὸς θαύμασι καὶ σημείοις καὶ ποικίλαις δυνάμεσιν αὐτοὺς κατεκόσμησε, καὶ τὸν φθόγγον τῆς θαυμαστῆς αὐτῶν πολιτείας εἰς τὰ πέρατα διηχεῖσθαι τῆς οἰκουμένης πεποίηκε. καὶ εἴπερ σοι τὸν βίον ἑνὸς αὐτῶν ἐπὶ στόματος φέρων κατὰ μέρος διηγήσομαι, ὃς καὶ ἀρχηγὸς γεγενῆσθαι τῆς κατὰ μοναχοὺς πολιτείας λέγεται (Ἀντώνιος δὲ ὄνομα αὐτῷ), γνώσῃ πάντως ἐκ τοῦ ἑνὸς δένδρου τῶν ὁμογενῶν καὶ ὁμοειδῶν καρπῶν τὴν γλυκύτητα, καὶ οἵαν ἐκεῖνος ἔθετο τῆς ἀσκήσεως ὑποβάθραν, οἵαν δὲ τὴν ὀροφὴν ἐπήξατο, καὶ ὁποίων ἠξιώθη παρὰ τοῦ Σωτῆρος τυχεῖν χαρισμάτων. πολλοὶ δὲ καὶ ἄλλοι μετ' ἐκεῖνον τὸν ἴσον ἀγωνισάμενοι ἀγῶνα τῶν ὁμοίων ἔτυχον στεφάνων τε καὶ γερῶν. Μακάριοι οὗτοι καὶ τρισμακάριοι οἱ τὸν Θεὸν ἀγαπήσαντες, καὶ διὰ τὴν ἀγάπην αὐτοῦ καταφρονήσαντες πάντων. ἐδάκρυσαν γὰρ πενθοῦντες ἡμέρας καὶ νυκτός, ἵνα τῆς ἀλήκτου τύχωσι 182 παρακλήσεως· ἐταπείνωσαν ἑαυτοὺς ἑκουσίως, ἵν' ἐκεῖ ὑψωθῶσι· κατέτηξαν τὰς ἑαυτῶν σάρκας πείνῃ τε καὶ δίψῃ καὶ ἀγρυπνίᾳ ἵν' ἐκεῖ διαδέξηται αὐτοὺς ἡ τρυφὴ καὶ ἀγαλλίασις τοῦ παραδείσου· σκήνωμα γεγόνασι τοῦ ἁγίου Πνεύματος τῇ καθαρότητι τῆς καρδίας, καθὼς γέγραπται· Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω· ἐσταύρωσαν ἑαυτοὺς τῷ κόσμῳ, ἵν' ἐκ δεξιῶν τοῦ σταυρωθέντος σταθῶσι· περιεζώσαντο τὰς ὀσφύας αὐτῶν ἐν ἀληθείᾳ, καὶ ἑτοίμους ἔσχον ἀεὶ τὰς λαμπάδας, προσδοκῶντες τὴν ἔλευσιν τοῦ ἀθανάτου νυμφίου. νοεροὺς γὰρ κτησάμενοι ὀφθαλμούς, προεώρων διηνεκῶς τὴν φρικτὴν ὥραν ἐκείνην, τήν τε θεωρίαν τῶν μελλόντων ἀγαθῶν καὶ τῆς αἰωνίου κολάσεως ἀχώριστον τῆς ἑαυτῶν ἔσχον καρδίας· καὶ ἐσπούδασαν καμεῖν, ἵνα τῆς ἀϊδίου δόξης μὴ ἀποτύχωσι. γεγόνασιν ἀπαθεῖς ὥσπερ ἄγγελοι· καὶ νῦν μετ' ἐκείνων χορεύουσιν, ὧν καὶ τὸν βίον ἐμιμήσαντο. μακάριοι οὗτοι καὶ τρισμακάριοι, ὅτι ἀπλανέσι τοῖς τοῦ νοὸς ὀφθαλμοῖς κατενόησαν τὴν τῶν παρόντων ματαιότητα, καὶ τῆς ἀνθρωπίνης εὐπραγίας τὸ ἄστατον καὶ ἀνώμαλον, καί, ταύτην