1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

67

κολακεύων ταῦτα φαίνοιτο, ἡνίκα δὲ κατάσχωσί τι τῶν θηρευομένων, βιαίως αὐτῶν τοῦ στόματος τὸ θηρευθὲν ἀφαρπάζει· οὕτω δὴ καὶ σύ, πολλοὺς θέλων ἔχειν τοὺς φόρους σοι καὶ τέλη ἐκ γῆς καὶ θαλάσσης κομίζοντας, λέγεις μὲν τῆς αὐτῶν φροντίζειν σωτηρίας, ἀπώλειαν δὲ αὐτοῖς προξενῶν αἰώνιον, πρὸ δὲ πάντων σεαυτῷ, ἵνα μόνον σοι ὁ σκυβάλων καὶ σαπριῶν ἀχρηστότερος βρίθοιτο πλοῦτος, λέληθας σκότος ἀντὶ φωτὸς κατέχων. ἀλλ' ἀνάνηψον τοῦ καταχθονίου ὕπνου τούτου, διάνοιξόν σου τοὺς μεμυκότας ὀφθαλμούς, καὶ ἴδε τὴν περιλάμπουσαν πᾶσι τοῦ Θεοῦ ἡμῶν δόξαν· καὶ σύ ποτε σεαυτοῦ γενοῦ· Σύνετε γάρ, ἄφρονες ἐν τῷ λαῷ, καὶ μωροί ποτε φρονήσατε, φησὶν ὁ προφήτης· σύνες ὅτι οὐκ ἔστι θεός, πλὴν τοῦ Θεοῦ ἡμῶν, καὶ οὐκ ἔστι σωτηρία, εἰ μὴ ἐν αὐτῷ. Ὁ δὲ βασιλεύς· Τῆς μωρᾶς σου ταύτης φλυαρίας παυσάμενος, τὸν Βαρλαὰμ αὐτίκα μοι ὑπόδειξον, ἢ πειρασθήσῃ κολαστηρίων ὀργάνων, ὧν οὐδέποτε πεῖραν εἴληφας. ὁ μεγαλόφρων οὖν καὶ γενναιότατος ἀσκητὴς καὶ τῆς οὐρανίου φιλο 340 σοφίας ἐραστὴς κατ' οὐδένα τρόπον ταῖς τοῦ βασιλέως ἀπειλαῖς μετετρέπετο· ἀλλ' ἀτρέμας ἑστὼς ἔλεγεν· Οὐ τὰ παρὰ σοῦ θεσπιζόμενα ποιεῖν, ὦ βασιλεῦ, προστετάγμεθα, ἀλλὰ τὰ παρὰ τοῦ ∆εσπότου ἡμῶν καὶ Θεοῦ κεκελευσμένα, ὃς σωφροσύνην ἡμᾶς ἐκδιδάσκει τοῦ πασῶν τῶν ἡδονῶν καὶ ἐπιθυμιῶν κρατεῖν, καὶ ἀνδρείαν ἐξασκεῖν, ὥστε πάντα πόνον καὶ πᾶσαν κάκωσιν ὑπὲρ τῆς δικαιοσύνης ὑπομένειν. ὅσα γοῦν ἐπάξεις ἡμῖν ὑπὲρ τῆς εὐσεβείας δεινὰ μᾶλλον εὐεργετήσεις. ποίει οὖν ὃ βούλει· ἡμεῖς γὰρ ἔξω τοῦ καθήκοντος πρᾶξαί τι οὐκ ἀνεξόμεθα, οὐδὲ ἁμαρτίᾳ ἑαυτοὺς ἐκδώσομεν. μὴ μικρὰν γὰρ ταύτην νομίσῃς ἁμαρτίαν, εἰ τὸν συναγωνιστὴν ἡμῶν καὶ συστρατιώτην εἰς τὰς σὰς προδώσομεν χεῖρας. ἀλλ' οὐ γὰρ γελάσεις καθ' ἡμῶν τὸν γέλωτα τοῦτον, κἂν μυρίοις ἡμᾶς περιβάλῃς θανάτοις· οὐχ οὕτως γὰρ ἡμεῖς ἄνανδροι, ὡς φόβῳ τῶν σῶν βασάνων τὴν ἡμετέραν προδοῦναι φιλοσοφίαν, καὶ ἀνάξιόν τι δρᾶσαι τῆς θείας νομοθεσίας. πρὸς ταῦτα πᾶν, εἴ τι γινώσκεις, ἀμυντήριον εὐτρέπιζε ὄργανον· ἡμῖν γὰρ τὸ ζῆν Χριστός ἐστι, καὶ τὸ θανεῖν ὑπὲρ αὐτοῦ κέρδος ἄριστον. Ἐπὶ τούτοις θυμῷ ἐξαφθείς, ὁ κρατῶν ἐκέλευσε τὰς μὲν θεολόγους αὐτῶν ἐκκοπῆναι γλώσσας ἐξορυχθῆναι δὲ τοὺς ὀφθαλμούς, χεῖράς τε ὁμοῦ ἀποτμηθῆναι καὶ πόδας. τῆς δ' ἀποφάσεως δοθείσης, οἱ μὲν ὑπασπισταὶ περιστάντες αὐτοῖς καὶ δορυφόροι μισανθρώπως καὶ ἀνηλεῶς ἠκρωτηρίαζον· καὶ τὰς μὲν γλώσσας ὀγκινίσκοις τῶν στομάτων ἐξελκύσαντες, θηριωδῶς ἀπέτεμνον, τοὺς 342 ὀφθαλμοὺς δὲ σιδηροῖς ἐξώρυττον ὄνυξιν, ἀρθρεμβόλοις δὲ ὀργάνοις τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας ἐξαρθροῦντες ἀπέτεμνον. οἱ δὲ μακάριοι ἐκεῖνοι καὶ αἰδήμονες καὶ γενναῖοι τὸν λογισμόν, ὡς πρὸς εὐωχίαν καλούμενοι, ἀνδρείως προσήρχοντο ταῖς βασάνοις, ἀλλήλους παραθήγοντες καὶ πρὸς τὸν διὰ Χριστὸν θάνατον ἀφόβως χωροῦντες. Ἐν τοιαύταις οὖν πολυειδέσι τιμωρίαις τὰς καρτερικὰς αὐτῶν ψυχὰς τῷ Κυρίῳ παρέθεντο οἱ ἱεροὶ ἀσκηταί, ἑπτακαίδεκα τὸν ἀριθμὸν τελοῦντες. ὁμολογουμένως οὖν αὐτοκράτωρ ἐστὶ τῶν παθῶν ὁ εὐσεβὴς λογισμός, καθάπερ τις τῶν οὐχ ἡμετέρων ἔφησεν, ἄθλους διηγούμενος πρεσβύτου ἱερέως καὶ παίδων ἑπτὰ σὺν ὁμόφρονι μητρί, τοῦ πατρῴου ὑπεραθλησάντων νόμου, ὧν τῆς καρτερίας καὶ μεγαλοψυχίας οὐδὲν καθυστέρησαν οἱ θαυμάσιοι οὗτοι πατέρες καὶ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται καὶ κληρονόμοι. χχιῃ Τούτων οὖν εὐσεβῶς τελειωθέντων, ὁ βασιλεὺς τῷ πρωτοσυμβούλῳ ἔλεγεν Ἀραχῇ πρὸς τὴν δευτέραν ἀποβλέψαι βουλήν, τοῦ πρώτου διαμαρτόντος, καὶ τὸν Ναχὼρ ἐκεῖνον προσκαλέσασθαι. ὁ γοῦν Ἀραχὴς νυκτὶ βαθείᾳ τὸ ἐκείνου καταλαβὼν σπήλαιον (τὰς ἐρήμους γὰρ ᾤκει, μαντικαῖς σχολάζων τέχναις), καὶ πάντα αὐτῷ τὰ