1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

94

σωτηρίας κήρυγμα, δι' ἧς τὰ ἐσκοτισμένα ἐφωτίσθη, δι' ἧς οἱ πεπλανημένοι τὴν ὁδὸν εὗρον, δι' ἧς οἱ ἀπολωλότες καὶ δεινῶς αἰχμαλωτισθέντες ἀνεκλήθησαν; τί κρεῖττον, εἰπέ μοι, Θεῷ λατρεύειν παντοκράτορι σὺν Υἱῷ μονογενεῖ καὶ Πνεύματι Ἁγίῳ, Θεῷ ἀκτίστῳ καὶ ἀθανάτῳ, τῇ ἀρχῇ καὶ πηγῇ τῶν ἀγαθῶν, οὗ τὸ κράτος ἀνείκαστον καὶ ἡ δόξα ἀκατάληπτος, ᾧ παρειστήκεισαν χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγελικῶν ταγμάτων καὶ οὐρανίων, καὶ πλήρης ὁ οὐρανὸς καὶ ἡ γῆ τῆς δόξης αὐτοῦ, δι' οὗ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος παρήχθη, δι' οὗ κρατεῖται τὸ πᾶν καὶ συνέχεται καὶ τῇ προνοίᾳ αὐτοῦ διοικεῖται, τούτῳ βέλτιον λατρεύειν, ἢ δαίμοσι ὀλεθρίοις καὶ ἀψύχοις εἰδώλοις, ὧν ἡ δόξα καὶ ὁ ἔπαινος μοιχεία ἐστὶ καὶ παιδοφθορία καὶ τὰ λοιπὰ τῆς ἀνομίας ἔργα, ἃ περὶ τῶν ὑμετέρων ἀναγέγραπται θεῶν ἐν τοῖς συντάγμασι τῆς δεισιδαιμο 480 νίας ὑμῶν; οὐκ αἰδεῖσθε, ταλαίπωροι, πυρὸς ἀκοιμήτου βορά, ὁμοίωμα γένους Χαλδαϊκοῦ, οὐκ αἰσχύνεσθε νεκρὰ ξόανα προσκυνοῦντες, χειρὸς ἀνθρωπίνης ἔργα; λίθον γὰρ λαξεύσαντες ἢ ξύλον τεκτονεύσαντες, θεὸν προσηγορεύσατε· εἶτα τὸν κάλλιστον ἐκ βουκολίων ταῦρον λαβόντες, ἢ ἄλλο τυχὸν τῶν εὐπρεπεστάτων ζῴων, νεκρῷ σεβάσματι θύετε ἀνόητοι. τιμιώτερόν ἐστί σου τοῦ σεβάσματος τὸ θῦμα· τὸ μὲν γὰρ ξόανον ἄνθρωπος ἐποίησε, τὸ δὲ ζῷον ὁ Θεὸς ἐδημιούργησε. καὶ πόσον σοῦ μᾶλλον τοῦ λογικοῦ συνετώτερόν ἐστι τὸ ἄλογον ζῷον; τὸ μὲν γὰρ οἶδε τὸν τρέφοντα· σὺ δὲ τὸν Θεὸν ἠγνόησας, δι' οὗ ἐκ τοῦ μὴ ὄντος παρήχθης, δι' οὗ ζῇς καὶ συντετήρησαι, καὶ καλεῖς θεόν, ὃν πρὸ μικροῦ ἔβλεπες σιδήρῳ τυπτόμενον καὶ πυρὶ καιόμενόν τε καὶ χωνευόμενον, καὶ σφύραις ἐλαυνόμενον, ὃν ἄργυρον καὶ χρυσὸν περιέθηκας καὶ χαμόθεν ὑψώσας ἐφ' ὑψηλοῦ μετεώρισας· εἶτα, πεσὼν ἐπὶ τῆς γῆς, τοῦ ταπεινοῦ λίθου κεῖσαι ταπεινότερος, προσκυνῶν οὐ Θεὸν ἀλλὰ τὰ ἔργα τῶν χειρῶν σου τὰ νεκρὰ καὶ ἄψυχα. μᾶλλον δὲ οὐδὲ νεκρὸν ἂν εἴη δίκαιον καλεῖσθαι τὸ εἴδωλον. πῶς γὰρ ἂν νεκρὸν εἴη τὸ μηδέποτε ζῆσαν; ἀλλά τι καινὸν ἔδει ἐφευρεῖν αὐτῷ ὄνομα καὶ τῆς τοσαύτης παραφροσύνης ἐπάξιον. ὁ μὲν γὰρ λίθινος θρύπτεται, ὁ δὲ ὀστράκινος κατάγνυται, ὁ χαλκοῦς ἰοῦται, ὁ χρυσοῦς καὶ ὁ ἀργυροῦς χωνεύεται. ἀλλὰ καὶ πιπράσκονται οἱ θεοί σου, οἱ μὲν εὐώνως, οἱ δὲ τιμῆς ὅτι πλείστης. οὐχ ἡ θεότης γὰρ αὐτοῖς, ἀλλ' ἡ ὕλη τὴν πολυτέλειαν δίδωσι. Θεὸν δὲ τίς ἀγοράζει; Θεὸν τίς πωλεῖ; θεὸς δὲ 482 ἀκίνητος πῶς ὀνομάζεται θεός; ἢ οὐχ ὁρᾷς ὅτι ὁ μὲν ἑστὼς οὐδέποτε καθέζεται, ὁ δὲ καθεζόμενος οὐδέποτε ἀνίσταται; Αἰσχύνθητι, ἀνόητε, χεῖρα θὲς ἐπὶ στόματι σῷ, μεμωραμένε, τὰ τοιαῦτα ἐπαινῶν. τῆς ἀληθείας γὰρ ἀλλοτριωθείς, ψευδέσι τύποις ἐπλανήθης, ἀγάλματα πλάττων, καὶ τοῖς ἔργοις τῶν χειρῶν σου Θεοῦ περιτιθεὶς ὄνομα. ἀνάνηψον, ἄθλιε, καὶ σύνες ὅτι πρεσβύτερος εἶ τοῦ ὑπὸ σοῦ γενομένου θεοῦ. ταῦτα πολλῆς ἐστι μανίας. πέπεικας δὲ σαυτόν, ἄνθρωπος ὤν, Θεὸν δύνασθαι ποιεῖν. καὶ πῶς ἐνδέχεται τοῦτο γενέσθαι; ὥστε οὐ Θεὸν ποιεῖς, ἀλλὰ μόρφωμα ἀνθρώπου ἢ ζῴου τινός, μὴ γλῶσσαν ἔχον, μὴ λάρυγγα, μὴ ἐγκέφαλον, μήτε τῶν ἐντός τι· ὥστε οὔτε ἀνθρώπου ἐστὶν ὁμοίωμα, οὔτε ζῴου, ἀλλ' ἄχρηστον πάντη καὶ ματαιότητος πλῆρες. τί οὖν τὰ ἀναίσθητα κολακεύεις; τί τοῖς ἀκινήτοις καὶ ἀνωφελέσι προσκάθησαι; εἰ μὴ τέχνη παρῆν τοῦ λιθοξόου ἢ τοῦ τέκτονος ἢ τοῦ σφυροκόπου, θεὸν οὐκ ἂν εἶχες. εἰ μὴ φύλακες παρεκάθηντο, ἀπώλεσας ἂν τὸν θεόν σου. ᾧ γὰρ πολλάκις πόλις πολυάνθρωπος ἀφρόνων εὔχεται ὡς θεῷ διαφυλαχθῆναι, τούτῳ ὀλίγοι παραμένουσι φύλακες ἵνα μὴ κλαπῇ. καὶ εἰ μὲν ἀργυροῦς ἢ χρυσοῦς ἔσται, ἐπιμελῶς φυλάσσεται· ἐὰν δὲ ᾖ λίθινος ἢ πήλινος, ἢ ἄλλης τινὸς τοιαύτης εὐτελεστέρας ὕλης, ἑαυτὸν φυλάσσει· ἰσχυρότερος γὰρ ἴσως ἐστὶν ὁ πήλινος τοῦ χρυσοῦ καθ' ὑμᾶς. Οὐκ εἰκότως ἐστὶν ὑμᾶς τοὺς ἄφρονας, τυφλοὺς καὶ ἀσυνέτους, δικαίως