1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

6

αὐτῶν πτωχεία ἐστί, καὶ τὸ ὕψος αὐτῶν ταπείνωσις ἐσχάτη. καὶ τίς ἐξαριθμήσει τὰ τούτων κακά; ἅπερ δι' ὀλίγων ῥημάτων ὑπέδειξέ μοι ὁ ἐμὸς θεολόγος. φησὶ γάρ· Ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται· καί, Μὴ ἀγαπᾶτε τὸν κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ ἡ ἐπιθυμία τῆς σαρκὸς καὶ ἡ ἐπιθυμία τῶν ὀφθαλμῶν, καὶ ἡ ἀλαζονία τοῦ βίου· καί, ὁ κόσμος παράγεται καὶ ἡ ἐπιθυμία αὐτοῦ· ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. τοῦτο ἐγὼ ζητῶν τὸ θέλημα τοῦ Θεοῦ τὸ ἀγαθόν, ἀφῆκα πάντα, καὶ ἐκολλήθην τοῖς τὸν 28 αὐτὸν κεκτημένοις πόθον καὶ τὸν αὐτὸν ἐκζητοῦσι Θεόν· ἐν οἷς οὐκ ἔστιν ἔρις ἢ φθόνος, λύπαι τε καὶ μέριμναι, ἀλλὰ πάντες τὸν ἴσον τρέχουσι δρόμον, ἵνα καταλάβωσι τὰς αἰωνίας μονάς, ἃς ἡτοίμασεν ὁ Πατὴρ τῶν φώτων τοῖς ἀγαπῶσιν αὐτόν. τούτους ἐγὼ γεννήτορας, τούτους ἀδελφούς, τούτους φίλους καὶ γνωστοὺς ἐκτησάμην· τῶν δέ ποτέ μου φίλων καὶ ἀδελφῶν Ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ προσδεχόμενος τὸν Θεόν, τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος. Τούτων εὐκαίρως οὕτω καὶ ἡδέως τῷ τοῦ Θεοῦ ἀνθρώπῳ ὑπαγορευθέντων, ὁ βασιλεὺς ἐκινεῖτο μὲν ὑπὸ τοῦ θυμοῦ, καὶ πικρῶς αἰκίζειν τὸν ἅγιον ἠβούλετο, ὤκνει δὲ πάλιν καὶ ἀνεβάλλετο, τὸ αἰδέσιμον αὐτοῦ καὶ περιφανὲς εὐλαβούμενος. ὑπολαβὼν δὲ ἔφη πρὸς αὐτόν. Πανταχόθεν, ἄθλιε, τὴν σεαυτοῦ ἐκμελετήσας ἀπώλειαν, πρὸς ταύτην, ὡς ἔοικεν, ὑπὸ τῆς τύχης συνελαυνόμενος, ἠκόνησας τὸν νοῦν ἅμα καὶ τὴν γλῶτταν· ὅθεν ἀσαφῆ τινα καὶ ματαίαν βαττολογίαν διεξῆλθες. καὶ εἰ μὴ κατ' ἀρχὰς τοῦ λόγου ἐπηγγειλάμην σοι ἐκ μέσου τοῦ συνεδρίου τὸν θυμὸν ποιήσασθαι, νῦν ἂν πυρί σου τὰς σάρκας παρέδωκα. ἐπεὶ δὲ προλαβὼν τοιούτοις με κατησφαλίσω τοῖς ῥήμασιν, ἀνέχομαί σου τοῦ θράσους, τῆς προτέρας μου ἕνεκεν πρός σε φιλίας. ἀναστὰς οὖν, λοιπὸν φεῦγε ἐξ ὀφθαλμῶν μου, μηκέτι σε ὄψομαι καὶ κακῶς ἀπολέσω. Καὶ ἐξελθὼν ὁ τοῦ Θεοῦ ἄνθρωπος ἀνεχώρησεν εἰς τὴν ἔρημον, λυπούμενος μὲν ὅτι οὐ μεμαρτύρηκε, μαρτυρῶν δὲ καθ' ἡμέραν τῇ συνειδήσει 30 καὶ ἀντιπαλαίων πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὡς φησὶν ὁ μακάριος Παῦλος. ἐκείνου μὲν οὖν ἀποδημήσαντος, πλέον ὁ βασιλεὺς ὀργισθεὶς διωγμὸν σφοδρότερον κατὰ τοῦ μοναχικοῦ ἐκμελετᾷ τάγματος, πλείονος δὲ τιμῆς τοὺς τῶν εἰδώλων ἀξιοῖ θεραπευτάς τε καὶ νεωκόρους. Ἐν τοιαύτῃ δὲ ὄντος τοῦ βασιλέως πλάνῃ δεινῇ καὶ ἀπάτῃ, γεννᾶται αὐτῷ παιδίον, πάνυ εὐμορφότατον, καὶ ἐξ αὐτῆς τῆς ἐπανθούσης αὐτῷ ὡραιότητος τὸ μέλλον προσημαῖνον. ἐλέγετο γὰρ μηδαμοῦ ἐν τῇ γῇ ἐκείνῃ τοιοῦτόν ποτε φανῆναι χαριέστατον καὶ περικαλλὲς παιδίον. χαρᾶς δὲ μεγίστης ἐπὶ τῇ γεννήσει τοῦ παιδὸς ὁ βασιλεὺς πλησθείς, τοῦτον μὲν Ἰωάσαφ ἐκάλεσεν, αὐτὸς δὲ πρὸς τοὺς εἰδωλικοὺς ναοὺς ἀνοήτως ἀπῄει τοῖς ἀνοητοτέροις αὐτῶν θεοῖς θύσων καὶ εὐχαριστηρίους ὕμνους ἀποδώσων, ἀγνοῶν τίς ὁ τῶν καλῶν ἁπάντων ἀληθῶς αἴτιος, πρὸς ὃν ἔδει τὴν πνευματικὴν ἀναφέρειν θυσίαν. ἐκεῖνος οὖν, τοῖς ἀψύχοις καὶ κωφοῖς τὴν αἰτίαν τῆς τοῦ παιδὸς γεννήσεως ἀνατιθείς, πανταχοῦ διέπεμπε συναγαγεῖν τὰ πλήθη εἰς τὰ τούτου γενέθλια· καὶ ἦν ἰδεῖν πάντας συρρέοντας τῷ φόβῳ τοῦ βασιλέως, ἐπαγομένους τε τὰ πρὸς τὴν θυσίαν εὐτρεπισμένα, ὡς ἑκάστῳ ἡ χεὶρ εὐπόρει καὶ ἡ πρὸς τὸν βασιλέα εὔνοια εἶχε. μάλιστα δὲ αὐτοὺς ἠρέθιζε πρὸς φιλοτιμίαν αὐτός, ταύρους καταθῦσαι φέρων ὅτι πλείστους καὶ εὐμεγέθεις, καὶ οὕτω πάνδημον ἑορτὴν τελέσας, πάντας ἐφιλοτιμεῖτο δώροις ὅσοι 32 τε τῆς βουλῆς ἦσαν καὶ τῶν ἐν τέλει, καὶ ὅσοι περὶ τὸ στρατιωτικόν, ὅσοι τε τῶν εὐτελῶν καὶ ἀσήμων.