1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

65

δυσβάτους, μετὰ τῶν σὺν αὐτῷ ὄχλων ἀκρώρειάν τινα καταλαβών, καὶ στὰς ἐπ' αὐτῆς, ὁρᾷ κατὰ τὴν ὑπώρειαν φάλαγγα ἐρημιτῶν περιπατοῦσαν. καὶ εὐθὺς τῷ τοῦ ἄρχοντος προστάγματι πάντες ἐπ' αὐτοὺς θέουσιν ἀπνευστί, ἄλλος ἄλλον τοῖς δρόμοις φθάσαι φιλονεικοῦντες· καὶ φθάσαντες, περιεχύθησαν αὐτοῖς κύνες ὡσεὶ πολλοὶ ἢ θηρία πονηρά τινα καὶ μισάνθρωπα· καὶ κρατοῦσι τοὺς ἄνδρας τῷ τε εἴδει καὶ τῇ καταστάσει σεμνοτάτους, καὶ τὰ σήμαντρα τῆς ἐρημικῆς καταστάσεως ἐπὶ τῶν προσώπων φέροντας· καὶ τούτους σύροντες τῷ ἄρχοντι παρέστησαν, οὐ θορυβηθέντας ὅλως, οὐκ ἀγεννές τι καὶ σκυθρωπὸν ἐνδειξαμένους ἢ φθεγξαμένους. ὁ δὲ προάγων αὐτῶν καὶ οἱονεὶ καθηγούμενος πήραν ἐβάσταζε τριχίνην, μεστὴν λειψάνων προεκδημησάντων τινῶν ἁγίων Πατέρων. Κατανοήσας δὲ αὐτοὺς ὁ Ἀραχής, ὡς οὐκ εἶδε τὸν Βαρλαὰμ (ἐγίνωσκε γὰρ αὐτόν), συνεχύθη τῇ λύπῃ. λέγει δὲ πρὸς αὐτούς· Ποῦ ἔστιν ὁ ἀπατεὼν ἐκεῖνος, ὁ τὸν υἱὸν πλανήσας τοῦ βασιλέως; ὁ δὲ τὴν πήραν βαστάζων ἀπεκρίνατο· Οὐκ ἔστιν ἐκεῖνος ἐν ἡμῖν· μηδὲ γένοιτο· φεύγει γὰρ ἡμᾶς τῇ τοῦ Χριστοῦ διωκόμενος χάριτι. ἐν ὑμῖν δὲ τὰς οἰκήσεις ἔχει· ὁ ἄρχων ἔφη· Γινώσκεις οὖν αὐτόν; Ναί, φησὶν ὁ ἐρημίτης· οἶδα τὸν ἀπατεῶνα λεγόμενον, ὅς ἐστιν ὁ διάβολος, ὁ μέσον ὑμῶν κατοικῶν καὶ παρ' ὑμῶν λατρευόμενός τε 330 καὶ θεραπευόμενος. ὁ ἄρχων λέγει· Περὶ τοῦ Βαρλαὰμ ἐγὼ τὴν ζήτησιν ἔχω, καὶ τοῦτον ἠρόμην σε μαθεῖν ποῦ ἔστιν· ὁ δὲ μοναχός· Καὶ ἵνα τί, φησίν, ἀλληνάλλως ἐλάλησας, περὶ τοῦ ἀπατήσαντος τὸν υἱὸν τοῦ βασιλέως τὴν πεῦσιν προσαγαγών; εἰ γὰρ τὸν Βαρλαὰμ ἐζήτεις, ἔδει σε πάντως εἰπεῖν· Ποῦ ἔστιν ὁ ἐκ τῆς πλάνης ἐπιστρέψας καὶ σώσας τὸν τοῦ βασιλέως υἱόν; ἐκεῖνος γὰρ ἀδελφὸς ἡμῶν ὑπάρχει καὶ συνασκητής· ἐκ πολλῶν δὲ ἤδη ἡμερῶν οὐ τεθεάμεθα αὐτόν. ὁ δὲ Ἀρχής· Τὸ οἴκημα αὐτοῦ, φησίν, ὑπόδειξον. ὁ ἀσκητὴς ἀπεκρίνατο· Εἰ θεάσασθαι ὑμᾶς ἤθελεν, ἐκεῖνος ἂν εἰς συνάντησιν ὑμῶν ἐξῆλθεν. ἡμῖν δ' οὖν οὐκ ἔξεστι τὸ δωμάτιον αὐτοῦ ὑμῖν γνωρίσαι. Θυμοῦ ἐπὶ τούτῳ ἐμπίμπλαται ὁ ἄρχων, καί φησι πρὸς αὐτόν, ὀργίλον ἅμα καὶ θηριῶδες ἐμβλέψας· Ξένῳ νυνὶ θανάτῳ ὑμᾶς θανατώσω, εἰ ἐξ αὐτῆς τὸν Βαρλαὰμ οὐ παραστήσετέ μοι· Καὶ τί, φησὶν ὁ ἀσκητής, ὁρᾷς ἐν ἡμῖν, οὗπερ ἀντεχόμενοι δυσαποσπάστως τῆς παρούσης διακεισόμεθα ζωῆς, καὶ τὸν παρὰ σοῦ ἐπαχθησόμενον φοβηθῶμεν θάνατον; χάριν γάρ σοι μᾶλλον ὁμολογήσομεν, ὅτι τῆς ἀρετῆς ἐχομένους τοῦ βίου ἐξήγαγες. δεδοίκαμεν γὰρ οὐ μικρῶς τὸ τοῦ τέλους ἄδηλον, μὴ εἰδότες πῶς ἔχοντας ἡμᾶς καταλήψεται, μή που γνώμης ὄλισθος ἢ ἐπήρειά τις δαιμονικὴ τῆς προαιρέσεως τὴν ἔνστασιν μεταστρέψῃ, καὶ ἕτερα φρονεῖν ἢ ποιεῖν παρὰ τὰ τῷ Θεῷ ὡμολογημένα μεταπείσειεν. ὅθεν τυχεῖν ὧν ἐλπίζετε ὅλως ἀπειπόντες, μὴ ὀκνήσητε ποιεῖν ὅπερ βούλεσθε. οὔτε γὰρ τὸ τοῦ θεοφιλοῦς ἡμῶν 332 ἀδελφοῦ οἰκητήριον, καίτοι γε εἰδότες, ὑποδείξομεν, οὔτε ἄλλα τινὰ ὑμῖν λανθάνοντα μοναστήρια προδώσομεν, ταύτῃ τὸν θάνατον ἐκφυγεῖν κακῶς ἀνεχόμενοι· ἀλλὰ καλῶς μᾶλλον θανούμεθα, ἱδρῶτας ἀρετῆς πρότερον, καὶ νῦν ἀνδραγαθίας αἷμα, τῷ Θεῷ προσενέγκαντες. Οὕτω παρρησιασαμένους οὐκ ἐνεγκὼν ὁ ἀλιτήριος, ἀλλὰ πρὸς τὸ γενναῖον τοῦ φρονήματος ὀξύτατα κινηθείς, πολλαῖς αὐτοὺς περιέβαλε πληγαῖς καὶ βασάνοις· ὧν τὸ μεγαλόψυχον καὶ γενναῖον καὶ τῷ τυράννῳ ἄξιον θαύματος ἐνομίσθη. ὡς δὲ μετὰ πολλὰς τιμωρίας πείθειν οὐκ εἶχεν, οὔτε ὑποδεῖξαί τις αὐτῷ τὸν Βαρλαὰμ ἠνείχετο, λαβὼν τούτους, ἐπὶ τὸν βασιλέα κελεύει τυπτομένους καὶ προπηλακιζομένους ἄγεσθαι, βαστάζοντας καὶ τὴν πήραν τῶν λειψάνων. χχιιι ∆ι' ἡμερῶν δὲ οὐκ ὀλίγων προσάγει τούτους τῷ βασιλεῖ, καὶ τὰ κατ' αὐτοὺς δῆλα τίθησιν. εἶτα παριστᾷ κατὰ πρόσωπον αὐτοῦ δεινὰ θυμομαχοῦντος. καὶ ὃς ἰδὼν αὐτούς, τῷ θυμῷ ὑπερζέσας, μαινομένῳ ἐῴκει. τύπτεσθαί τε αὐτοὺς ἀνηλεῶς κελεύσας, ὡς εἶδε ταῖς πληγαῖς χαλεπῶς