1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

45

συνάγεται προαίρεσιν εἶναι ὄρεξιν βουλευτικὴν τῶν ἐφ' ἡμῖν· τοῦ γὰρ προκριθέντος ἐκ τῆς βουλῆς ἐφιέμεθα προαιρούμενοι. πᾶσα γὰρ βουλὴ πράξεως ἕνεκα καὶ διὰ πρᾶξιν· καὶ οὕτω πάσης μὲν προαιρέσεως βουλὴ ἡγεῖται, πάσης δὲ πράξεως προαίρεσις. διὰ τοῦτο οὐ μόνον αἱ πράξεις, ἀλλὰ καὶ τὰ κατὰ διάνοιαν, ἅτινα τὰς προαιρέσεις παριστῶσι, καὶ στεφάνους καὶ κολάσεις προξενοῦσιν. ἀρχὴ γὰρ ἁμαρτίας καὶ δικαιοπραγίας προαίρεσίς ἐστιν ἐν τοῖς ἐφ' ἡμῖν καταγομένη· ὧν γὰρ αἱ ἐνέργειαι ἐφ' ἡμῖν, τούτων καὶ αἱ πράξεις αἱ κατὰ τὴν ἐνέργειαν ἐφ' ἡμῖν· ἐφ' ἡμῖν δὲ αἱ κατὰ τὴν ἀρετὴν ἐνέργειαι, ἐφ' ἡμῖν ἄρα καὶ αἱ ἀρεταί· κυρίως γὰρ ἐφ' ἡμῖν ἐστι τὰ ψυχικὰ πάντα καὶ περὶ ὧν βουλευόμεθα. οὕτως αὐτεξουσίως βουλευομένων τῶν ἀνθρώπων καὶ αὐτεξουσίως προαιρουμένων, καθ' ὅσον ἄν τις προαιρῆται, κατὰ τοσοῦτον καὶ μετέχει τοῦ θείου φωτὸς καὶ προκόπτει ἐν τοῖς τῆς φιλοσοφίας ἐπιτηδεύμασι· διαφοραὶ γὰρ προαιρέσεως εἰσί. καὶ καθάπερ τινὲς πηγαὶ ὑδάτων ἐκ τῶν τῆς γῆς λαγόνων ἀναπεμπόμεναι, αἱ μὲν ἐπιπολαίως τῆς γῆς ἐκβλύζουσιν, αἱ δὲ μικρόν τι βαθύτερον, αἱ δὲ λίαν βαθέως, τούτων δὲ τῶν ὑδάτων τὰ μὲν προσεχῶς ἐκβλύζοντα καὶ τῇ γεύσει γλυκέα, τὰ δὲ βαθέως ἐξερχόμενα καὶ ἁλμυρίζοντα ἢ θεαφίζοντα, καὶ τὰ μὲν ἀφθόνως ἐκδιδόμενα, τὰ δὲ κατὰ μικρὸν 226 στάζοντα· οὕτως καὶ ἐπὶ τῶν προαιρέσεων νόει, τὰς μὲν ταχείας εἶναι καὶ λίαν θερμοτάτας, τὰς δὲ νωθρὰς καὶ ψυχράς, καὶ τὰς μὲν ὅλως ἐπὶ τὰ καλὰ τὴν ῥοπὴν κεκτημένας, τὰς δὲ πρὸς τὸ ἐναντίον πάσῃ δυνάμει ἀποκλινούσας. κατὰ γοῦν τὰς αὐτῶν διαθέσεις καὶ αἱ πρὸς τὰς πράξεις ἀκολουθοῦσιν ὁρμαί. χῃι Λέγει δὲ ὁ Ἰωάσαφ πρὸς τὸν γέροντα· Εἰσὶν οὖν καὶ ἕτεροί τινες νῦν οἱ κατὰ ταῦτα κηρύττοντες ὥσπερ σύ; ἢ μόνος εἶ σήμερον ὁ ταῦτα διδάσκων καὶ οὕτως μισητὸν τὸν παρόντα βίον διηγούμενος; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐν τῇ καθ' ὑμᾶς δυστυχεστάτῃ χώρᾳ ταύτῃ οὐδένα γινώσκω. ἡ γὰρ τοῦ σοῦ πατρὸς τυραννὶς μυρίοις τούτους θανάτοις περιέβαλε, καὶ ἔργον ἔθετο μὴ τὸ σύνολον ἀκούεσθαι ἐν ὑμῖν τὸ τῆς θεογνωσίας κήρυγμα. ἐν πάσαις δὲ ταῖς λοιπαῖς γλώσσαις ᾄδεται ταῦτα καὶ δοξάζεται, οἷς μὲν ὀρθοτάτῳ λόγῳ, ἄλλοις δὲ διεστραμμένως, τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν ἐκκλίνειν αὐτοὺς τῆς εὐθείας ποιησαμένου καὶ ἀλλοτρίαις καταμερισαμένου δόξαις, καὶ ῥήσεις τινὰς τῶν Γραφῶν ἄλλως καὶ οὐ κατὰ τὸν ἐγκείμενον νοῦν μεθερμηνεύειν διδάξαντος. μία δέ ἐστιν ἡ ἀλήθεια, ἡ κηρυχθεῖσα διὰ τῶν ἐνδόξων ἀποστόλων καὶ τῶν θεοφόρων πατέρων, καὶ ἐν τῇ καθολικῇ Ἐκκλησίᾳ τῇ ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης ἡλίου φαιδρότερον διαλάμπουσα, ἧσπερ ἐγὼ κήρυξ καὶ διδάσκαλος ἀπεστάλην σοι. 228 Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Οὐδὲν οὖν τούτων ὁ ἐμὸς μεμάθηκε πατήρ; Καί φησιν ὁ γέρων· Τρανῶς μὲν καὶ προσηκόντως οὐδὲν μεμάθηκε· βύων γὰρ τὰς αἰσθήσεις, τὸ ἀγαθὸν ἑκὼν οὐ προσδέχεται, πρὸς τὸ κακὸν αὐτοπροαιρέτως τὴν ῥοπὴν κεκτημένος. Ἀλλ' ἤθελον, φησὶν ὁ Ἰωάσαφ, κἀκεῖνον ταῦτα μυηθῆναι. Ὁ δὲ γέρων· Τὰ παρὰ ἀνθρώποις, εἶπεν, ἀδύνατα, παρὰ τῷ Θεῷ πάντα δυνατά ἐστι. τί γὰρ οἶδας εἰ σὺ σώσεις τὸν πατέρα σου, καὶ τρόπῳ θαυμασίῳ γεννήτωρ τοῦ σοῦ χρηματίσεις γεννήτορος; Ἀκήκοα γὰρ βασιλέα τινὰ γεγονέναι πάνυ καλῶς τὴν ἑαυτοῦ οἰκονομοῦντα βασιλείαν. πράως τε καὶ ἠπίως τῷ ὑπ' αὐτὸν κεχρημένον λαῷ, ἐν τούτῳ δὲ μόνῳ σφαλλόμενον, τῷ μὴ πλουτεῖν τὸν τῆς θεογνωσίας φωτισμόν, ἀλλὰ τῇ πλάνῃ τῶν εἰδώλων κατέχεσθαι. εἶχε δέ τινα σύμβουλον ἀγαθὸν καὶ παντοίως κεκοσμημένον τῇ τε πρὸς τὸν Θεὸν εὐσεβείᾳ καὶ τῇ λοιπῇ πάσῃ ἐναρέτῳ σοφίᾳ· ὅς, ἀχθόμενος καὶ δυσχεραίνων ἐπὶ τῇ πλάνῃ τοῦ βασιλέως καὶ βουλόμενος αὐτὸν περὶ τούτου ἐλέγξαι, ἀνεχαιτίζετο τῆς ὁρμῆς, δεδοικὼς μὴ κακῶν πρόξενος ἑαυτῷ τε καὶ τοῖς αὑτοῦ ἑταίροις γένοιτο καὶ τὴν γινομένην δι' αὐτοῦ πολλῶν ὠφέλειαν περικόψειεν. ἐζήτει δὲ ὅμως καιρὸν εὔθετον τοῦ ἑλκύσαι αὐτὸν πρὸς τὸ