1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

107

οὐκ ἐγὼ τοῦτο ποιήσας, ἀλλ' ἡ χάρις αὐτοῦ ἡ σὺν ἐμοί, ἥτις κἀμὲ τῆς δεισιδαίμονος πλάνης καὶ λατρείας τῶν εἰδώλων ἐξείλετο, καὶ ὑμᾶς, λαός μου, τῆς χαλεπῆς 546 ἠλευθέρωσεν αἰχμαλωσίας. καιρὸς οὖν ἤδη λοιπὸν τὰ ἐπηγγελμένα τῷ Θεῷ ἔργα πληρῶσαι· καιρὸς ἀπελθεῖν ὅπου ἂν αὐτὸς ὁδηγήσῃ με καὶ ἀποδοῦναι τὰς εὐχάς μου ἃς ηὐξάμην αὐτῷ. νῦν οὖν σκέψασθε ὑμεῖς ὃν ἂν βούλοισθε ἀφηγεῖσθαι ὑμῶν καὶ βασιλεύειν· ἤδη γὰρ κατηρτισμένοι ἐστὲ εἰς τὸ θέλημα τοῦ Κυρίου, καὶ οὐδὲν ἀποκέκρυπται ὑμῖν τῶν αὐτοῦ προσταγμάτων. ἐν τούτοις πορεύεσθε· μὴ ἐκκλίνητε δεξιὰ ἢ ἀριστερά· καὶ ὁ Θεὸς τῆς εἰρήνης εἴη μετὰ πάντων ὑμῶν. Ταῦτα ὡς ἤκουσεν ὁ λαὸς ἐκεῖνος καὶ δῆμος, θόρυβος εὐθὺς καὶ πάταγος καὶ βοὴ πλείστη καὶ σύγχυσις ἦν, κλαιόντων πάντων καὶ ὀδυρομένων τὴν ὀρφανίαν. τοιαῦτα θρηνοῦντες, πρὸς τοῖς θρήνοις καὶ ὅρκοις ἐβεβαίουν μὴ μεθήσειν ὅλως, ἀλλ' ἀνθέξεσθαι, καὶ τὴν ὑποχώρησιν αὐτῷ μὴ τοπαράπαν παραχωρῆσαι. οὕτω βοῶντος τοῦ δήμου καὶ τῶν ἐν τέλει πάντων, ὑπολαβὼν ὁ βασιλεὺς κατασείει τὸν ὄχλον, καὶ σιγᾶν αὐτοῖς διακελεύεται. καὶ εἴκειν τῇ ἐκείνων ἐνστάσει εἰπών, λυπουμένους ὅμως καὶ τὰ τῆς οἰμωγῆς σημεῖα ἐπὶ τῶν παρειῶν φέροντας οἴκαδε ἐκπέμπει. αὐτὸς δὲ ἕνα τῶν ἀρχόντων, ὃς ἦν πρόκριτος αὐτῷ, ἐπ' εὐσεβείᾳ καὶ σεμνότητι βίου θαυμαζόμενος, Βαραχίας τοὔνομα ὅνπερ καὶ ἀνωτέρω ἐδήλωσεν ὁ λόγος, ἡνίκα Ναχὼρ τὸν Βαρλαὰμ ὑποκρινόμενος φιλοσόφοις διελέγετο, καὶ μόνος ὁ Βαραχίας ἡτοιμάσθη συμπαραστῆναι αὐτῷ καὶ συναγωνίσασθαι, ζήλῳ θείῳ ἐκκαυθεὶς τὴν καρδίαν, τοῦτον καταμόνας λαβὼν ὁ βασιλεύς, προσηνῶς διελέγετο, καὶ θερμότατα ἐδεῖτο παραλαβεῖν τὴν βασιλείαν, καὶ ἐν φόβῳ Θεοῦ 548 τὸν λαὸν αὐτοῦ ποιμᾶναι, ὡς ἂν αὐτὸς τὴν ποθουμένην αὐτῷ πορεύσηται ὁδόν. Ὡς δὲ αὐτὸν ἀπαναινόμενον εἶδε καὶ πάντη ἀπαγορεύοντα, καί, Ὦ βασιλεῦ, λέγοντα, ὡς ἄδικός σου ἡ κρίσις· ὡς οὐ κατ' ἐντολὴν σοῦ ὁ λόγος· εἰ γὰρ ἀγαπῆσαι τὸν πλησίον ὡς ἑαυτὸν ἐδιδάχθης, τίνι λόγῳ ὅπερ αὐτὸς ἀπορρίψαι βάρος σπουδάζεις, ἐμοὶ ἐπιθεῖναι ἐπείγῃ; εἰ μὲν γὰρ καλὸν τὸ βασιλεύειν, αὐτὸς τὸ καλὸν κάτεχε· εἰ δὲ πρόσκομμα τοῦτο ψυχῆς καὶ σκάνδαλον, τί μοι προτίθης καὶ ὑποσκελίζειν βούλει; ὡς οὖν τοιαῦτα λέγοντα καὶ διαβεβαιούμενον εἶδεν, ἐπαύσατο τῆς ὁμιλίας. καὶ δὴ ὑπὸ νύκτα βαθεῖαν ἐπιστολὴν μὲν διαχαράττει πρὸς τὸν λαόν, πολλῆς γέμουσαν φιλοσοφίας καὶ πᾶσαν ὑπαγορεύουσαν τὴν εὐσέβειαν, ὁποίαν τε ὀφείλουσι περὶ Θεοῦ δόξαν ἔχειν, οἷον δὲ βίον αὐτῷ προσφέρειν, οἵους δὲ ὕμνους, οἵας εὐχαριστίας· εἶτα μὴ ἄλλον ἢ τὸν Βαραχίαν δέξασθαι εἰς τὴν βασίλειον κελεύει ἀρχήν. καί, εἰς τὸν ἑαυτοῦ κοιτῶνα τὸν χάρτην ἐν ᾧ ἡ ἐπιστολὴ καταλιπών, λαθὼν ἅπαντας ἐξέρχεται τοῦ παλατίου. ἀλλ' οὐκ ἠδυνήθη λαθεῖν εἰς τέλος. ἅμα γὰρ πρωῒ τοῦτο ἀκουσθὲν τάραχον εὐθὺς καὶ ὀδυρμὸν τῷ λαῷ ἐνεποίησε· καὶ πάντες τάχει πολλῷ εἰς ζήτησιν αὐτοῦ ἐξέρχονται, προκαταλαβεῖν αὐτῷ τὴν φυγὴν ἐκ παντὸς τρόπου διανοούμενοι· ὅθεν οὐδὲ εἰς μάτην αὐτοῖς ἐχώρησεν ἡ σπουδή. ὡς γὰρ πάσας προκατελάμβανον τὰς ὁδούς, ὄρη δὲ πάντα περιεκύκλουν καὶ ἀτριβεῖς περιήρχοντο φάραγγας, ἐν χειμάρρῳ τινὶ τοῦτον εὑρίσκουσι, 550 χεῖρας εἰς οὐρανὸν ἐκτεταμένας ἔχοντα, καὶ τὴν εὐχὴν τῆς ἕκτης ἐπιτελοῦντα ὥρας. Ἰδόντες δὲ αὐτὸν περιεχύθησαν δάκρυσι δυσωποῦντες καὶ τὴν ἀποδημίαν ὀνειδίζοντες. ὁ δέ· Τί, φησί, μάτην κοπιᾶτε; μηκέτι γὰρ ἐμὲ βασιλέα ἔχειν ἐλπίζετε. τῇ πολλῇ δὲ αὐτῶν ὑπενδοὺς ἐνστάσει, ὑποστρέφει αὖθις εἰς τὸ παλάτιον. καί, συναγαγὼν ἅπαντας, τὴν ἑαυτοῦ ἐφανέρωσε βουλήν. εἶτα καὶ ὅρκοις ἐμπεδοῖ τὸν λόγον, ὡς οὐδεμίαν αὐτοῖς τοῦ λοιποῦ συνέσται ἡμέραν. Ἐγὼ γάρ, φησί, τὴν πρὸς ὑμᾶς διακονίαν μου ἐπληροφόρησα καὶ οὐδὲν ἐνέλιπον, οὐδὲ ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι διαμαρτυρόμενος πᾶσι τὴν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν