1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

47

συνεχόμενος, περὶ τούτων ὤκνησά σοι γνωρίσαι, ἀληθῆ περ ὄντα καὶ πάντη ἀναμφίλεκτα, ἀλλὰ τὸ ὑπερέχον αἰδούμενος τῆς σῆς δόξης, μή ποτε ὀχληρότερός σοι φανείην· εἰ οὖν προστάσσεις τῷ σῷ οἰκέτῃ ὑπομιμνήσκειν σοι εἰς τὸ ἑξῆς περὶ τούτων τῷ σῷ ἔσομαι καθυπηρετῶν προστάγματι. Ναί, φησὶν ὁ βασιλεύς, μὴ καθ' ἡμέραν μόνον, ἀλλὰ καὶ ἐφ' ἑκάστης ὥρας τὴν τούτων μνήμην διηνεκῶς ἀνακαίνιζε· οὐκ ἀμελῶς γὰρ χρὴ τούτοις προσέχειν, ἀλλὰ καὶ λίαν θερμῶς καὶ σπουδαίως. Ἀκηκόαμεν οὖν, φησὶν ὁ Βαρλαάμ, εὐσεβῶς τὸν βασιλέα τοῦτον ζῆσαι τὸ ἑξῆς, καὶ ἀκυμάντως τὸν παρόντα διανύσαντα βίον, τῆς μελλούσης μὴ ἀποτυχεῖν μακαριότητος. εἰ τοίνυν καὶ τῷ σῷ πατρὶ τοιαῦτά τις ἐν ἐπιτηδείῳ προσυπομνήσει καιρῷ, τάχα συνήσει καὶ γνώσεται ὅσοις συνεσχέθη κακοῖς, καὶ τούτων ἐκκλίνας ἐκλέξεται τὸ ἀγαθόν· ἐπεὶ τό γε νῦν ἔχον τυφλός ἐστι, μυωπάζων, τοῦ ἀληθινοῦ φωτὸς ἑαυτὸν ἀποστερήσας, αὐτομολῶν δὲ πρὸς τὸ τῆς ἀσεβείας σκότος. 236 Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς αὐτόν· Τὰ μὲν τοῦ ἐμοῦ πατρὸς ἄγοιτο Κύριος καθὼς κελεύει· αὐτῷ γάρ, καθὰ δὴ καὶ εἶπας, πάντα δυνατὰ καθέστηκε τὰ παρὰ ἀνθρώποις ἀδύνατα· ἐγὼ δέ, διὰ τῶν σῶν ἀνυπερβλήτων ῥημάτων, τῆς τῶν παρόντων καταγνοὺς ματαιότητος, ἀποστῆναι μὲν τούτων πάντη διανενόημαι, καὶ μετὰ σοῦ τὸ λοιπὸν τῆς ζωῆς μου διανύσαι, ἵνα μὴ διὰ τῶν προσκαίρων τούτων καὶ ῥευστῶν τῆς τῶν αἰωνίων καὶ ἀφθάρτων ἐκπέσω ἀπολαύσεως. Πρὸς ὃν ὁ γέρων ἀπεκρίνατο· Εἰ τοῦτο ποιήσεις, ὅμοιος ἔσῃ νεανίσκῳ τινὶ φρονιμωτάτῳ, περὶ οὗ ἀκήκοα πλουσίων γεγονέναι καὶ ἐνδόξων γονέων· ᾧτινι ὁ πατὴρ μνηστευσάμενος τὴν θυγατέρα τινὸς τῶν εὐγενείᾳ καὶ πλούτῳ διαφερόντων λίαν ὡραιοτάτην, κοινολογησάμενος δὲ πρὸς τὸν παῖδα περὶ τοῦ γάμου, καὶ ὅπως ἦν αὐτῷ μελετώμενα ἀπαγγείλας, ἀκούσας ἐκεῖνος, καὶ ὡς ἀπηχές τι καὶ ἄτοπον ἀποσεισάμενος τὸ πρᾶγμα, φυγὰς ᾤχετο καταλιπὼν τὸν πατέρα. πορευόμενος δὲ ξενίζεται ἐν οἰκίᾳ γηραιοῦ τινος πένητος, τοῦ καύσωνος τῆς ἡμέρας ἑαυτὸν διαναπαύων. Ἡ δὲ θυγάτηρ τοῦ πένητος, μονογενὴς οὖσα καὶ παρθένος, καθεζομένη πρὸ τῶν θυρῶν, εἰργάζετο μὲν ταῖς χερσί, τῷ δὲ στόματι ἀσιγήτως τὸν Θεὸν εὐλόγει εὐχαριστοῦσα αὐτῷ ἐκ βαθέων ψυχῆς· τῶν ταύτης δὲ ὕμνων ἀκούσας ὁ νέος ἔφη· Τί σου, γύναι, τὸ ἐπιτήδευμα; χάριν δὲ τίνος, οὕτω περ οὖσα εὐτελὴς καὶ πτωχή, ὡς ἐπί τισι μεγάλοις δωρήμασιν εὐχαριστεῖς, τὸν δοτῆρα ὑμνοῦσα; Ἡ δὲ πρὸς αὐτὸν ἀπεκρίνατο· Οὐκ 238 οἶσθα ὅτι, καθάπερ φάρμακον μικρὸν ἐκ μεγάλων νοσημάτων πολλάκις ῥύεται τὸν ἄνθρωπον, οὕτω δὴ καὶ τὸ ἐπὶ τοῖς μικροῖς εὐχαριστεῖν τῷ Θεῷ μεγάλων πρόξενον γίνεται; ἐγὼ τοίνυν, θυγάτηρ οὖσα γέροντος πτωχοῦ, εὐχαριστῶ ἐπὶ τοῖς μικροῖς τούτοις καὶ εὐλογῶ τὸν Θεόν, εἰδυῖα ὡς ὁ ταῦτα δοὺς καὶ μείζονα δύναται δοῦναι. καὶ ταῦτα μὲν περὶ τῶν ἔξωθεν καὶ οὐχ ἡμετέρων, ἐξ ὧν οὔτε τοῖς πολλὰ κεκτημένοις τι προσγίνεται κέρδος (ἵνα μὴ εἴπω ὅτι καὶ ζημία πολλάκις), οὔτε τοῖς ἐλάττονα λαβοῦσιν ἐπέρχεται βλάβη, τὴν αὐτὴν ἀμφοτέρων ὁδευόντων ὁδὸν καὶ πρὸς τὸ αὐτὸ ἐπειγομένων τέλος· ἐν δὲ τοῖς ἀναγκαιοτάτοις καὶ καιριωτάτοις πολλῶν ἀπήλαυσα καὶ μεγίστων τοῦ ∆εσπότου μου δωρημάτων, οὐμενοῦν ἐχόντων ἀριθμὸν ἢ εἰκασμῷ ὑποπιπτόντων. κατ' εἰκόνα γὰρ Θεοῦ γεγένημαι καὶ τῆς αὐτοῦ γνώσεως ἠξίωμαι, καὶ λόγῳ παρὰ πάντα τὰ ζῷα κεκόσμημαι, καὶ ἐκ θανάτου πρὸς τὴν ζωὴν ἀνακέκλημαι διὰ σπλάγχνα ἐλέους Θεοῦ ἡμῶν, καὶ τῶν αὐτοῦ μετέχειν μυστηρίων ἐξουσίαν ἔλαβον, καὶ ἡ τοῦ παραδείσου θύρα ἀνέῳκται, ἀκώλυτον, εἴπερ θελήσω, παρέχουσά μοι τὴν εἴσοδον. τῶν τοσούτων οὖν καὶ τοιούτων δωρημάτων, ὧν ἐπίσης μετέχουσι πλούσιοί τε καὶ πένητες, ἀξίως εὐχαριστῆσαι πάντη μοι ἀδύνατον, εἰ δὲ καὶ τὴν μικρὰν ταύτην ὑμνολογίαν οὐ προσάξω τῷ δωρησαμένῳ, ποίαν ἕξω ἀπολογίαν; Ὁ