1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

35

γενόμενοι, καὶ τῆς ἀτελευτήτου βασιλείας συμμέτοχοι ἔσονται. οὕτως οὖν ἄριστα διασκεψάμενοι, τὸν μονάδα καὶ ἡσύχιον μετῆλθον βίον, τινὲς μὲν αἴθριοι διακαρτερήσαντες, τῷ φλογμῷ τοῦ καύσωνος καὶ κρυμοῖς ἀγρίοις καὶ ὄμβροις καὶ ταραχαῖς ἀνέμων ταλαιπωρούμενοι· οἱ δέ, καλύβας πηξάμενοι, ἢ σπηλαίοις καὶ ἄντροις ὑποκρυ 174 βέντες, διέζησαν. οὕτω δὲ τὴν ἀρετὴν μετερχόμενοι, πᾶσαν σαρκικὴν παράκλησιν καὶ ἀνάπαυσιν εἰς τέλος ἀπηρνήσαντο, λαχάνων ὠμῶν καὶ βοτανῶν, ἢ ἀκροδρύων, ἢ ἄρτου ξηροῦ καὶ πάνυ σκληροῦ στοιχήσαντες διαίτῃ, μὴ τῇ ποιότητι μόνον ἀποταξάμενοι τῶν ἡδέων, ἀλλά, τῷ περιόντι τῆς ἐγκρατείας, καὶ πρὸς τὴν ποσότητα τὸ φιλότιμον ἑαυτῶν παρατείναντες. τοσοῦτον γὰρ καὶ αὐτῶν τῶν εὐτελῶν καὶ ἀναγκαιοτάτων μετελάμβανον βρωμάτων, ὅσον ἀποζῆν μόνον. οἱ μὲν γὰρ αὐτῶν, ὅλας τὰς τῆς ἑβδομάδος ἡμέρας ἄσιτοι διατελοῦντες, τῇ κυριακῇ τροφῆς μετελάμβανον· οἱ δὲ δὶς τῆς ἑβδομάδος ταύτης μεμνημένοι· ἄλλοι δὲ παρὰ μίαν, ἢ καὶ καθ' ἑσπέραν, ἐσιτοῦντο ὅσον μόνον τροφῆς ἀπογεύεσθαι. εὐχαῖς τε καὶ ἀγρυπνίαις μικροῦ πρὸς τὸν τῶν ἀγγέλων παρημιλλήθησαν βίον, χαίρειν εἰπόντες χρυσίου καὶ ἀργυρίου τῇ κτήσει παντάπασι, πράσεις τε καὶ ἀγορασίας ἐπιλαθόμενοι εἶναι ὅλως ἐν ἀνθρώποις. Φθόνος δὲ καὶ ἔπαρσις, οἱ μάλιστα τοῖς ἀγαθοῖς ἔργοις ἀκολουθεῖν εἰωθότες, οὐκ ἔσχον χώραν ἐν αὐτοῖς. οὐδὲ γὰρ ὁ ἐλάττων ἐν τοῖς τῆς ἀσκήσεως ἱδρῶσι κατὰ τοῦ μᾶλλον διαλάμποντος βασκανίας λογισμὸν ὅλως ἐν ἑαυτῷ ὑπεδέχετο· οὐδ' αὖ πάλιν τὸν μεγάλα κατορθοῦντα κατὰ τῶν ἀσθενεστέρων πρὸς οἴησιν ἐπῆρεν ἡ ἀλαζονεία ἢ ἐξουθενεῖν τὸν πλησίον, ἢ ἐγκαυχᾶσθαι τῇ ἀσκήσει, καὶ μεγαλοφρονεῖν ἐπὶ τοῖς κατορθώμασιν, ἀπατήσασα. ὁ γὰρ τὸ πλέον ἔχων εἰς ἀρετήν, οὐ πόνοις ἰδίοις, ἀλλὰ Θεοῦ δυνάμει, τὸ πᾶν ἐπιγράφων, ταπεινόφρονι γνώμῃ ἔπειθεν ἑαυτὸν μηδὲν ὅλως ἐργά 176 ζεσθαι, ἀλλὰ καὶ πλειόνων ὀφειλέτην εἶναι, καθά φησιν ὁ Κύριος· Ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὠφείλομεν ποιῆσαι πεποιήκαμεν. οἱ δὲ πάλιν οὐδὲ ποιῆσαί ποτε τὰ διατεταγμένα ἔπειθον ἑαυτούς, ἀλλὰ πλείονα εἶναι τῶν ἤδη κατωρθωμένων τὰ ἐλλείποντα. καὶ ὁ ἐλαττούμενος πάλιν ἐν τῇ ἀσκήσει, διὰ σωματικὴν ἴσως ἀσθένειαν, ἐξευτέλιζε ταλανίζων ἑαυτόν, ῥᾳθυμίᾳ γνώμης, οὐχὶ φύσεως ἀσθενείᾳ, τὸ ὑστέρημα λογιζόμενος. οὕτως οὖν ἄλλος ἄλλου καὶ πάντες ἁπάντων ἦσαν μετριώτεροι· κενοδοξίας δὲ πάθος ἢ ἀνθρωπαρεσκείας ποῦ ἐν ἐκείνοις; οἵτινες, τὴν οἰκουμένην φυγόντες, διὰ τοῦτο οἰκοῦσι τὴν ἔρημον, οὐκ ἀνθρώποις, ἀλλὰ Θεῷ τὰ κατορθώματα δεικνύναι βουλόμενοι, παρ' οὗ καὶ τῶν κατορθωμάτων τὰς ἀμοιβὰς ἐλπίζουσι, καλῶς ἐπιστάμενοι ὅτι αἱ διὰ κενοδοξίαν ἐπιτελούμεναι ἀσκήσεις ἄμισθοι, δι' ἔπαινον γὰρ ἀνθρώπων, καὶ οὐ διὰ τὸν Θεὸν γίνονται· ὅθεν καὶ διπλῶς οἱ τοιοῦτοι ἀδικοῦνται, τὸ σῶμα κατατήκοντες καὶ μισθὸν μὴ λαμβάνοντες. οἱ δὲ τῆς ἄνω δόξης ὀρεγόμενοι καὶ πρὸς ταύτην ἐπειγόμενοι πάσης τῆς ἐπιγείου καὶ ἀνθρωπίνης κατεφρόνησαν. Ἔχουσι δὲ τὰς οἰκήσεις οἱ μὲν ἐν παντελεῖ ἀναχωρήσει καὶ μονίᾳ τὸν ἀγῶνα διανύοντες, μακρύναντες ἑαυτοὺς τῆς τῶν ἀνθρώπων συναυλίας παρ' ὅλον αὐτῶν τὸν τῆς ζωῆς χρόνον καὶ Θεῷ πλησιάσαντες· οἱ δέ, πόρρωθεν ἀλλήλων τὰς οἰκήσεις πηξάμενοι, ταῖς Κυριακαῖς εἰς ἐκκλησίαν μίαν φοιτῶσι, καὶ τῶν θείων μυστηρίων κοινωνοῦσι, τῆς ἀναιμάκτου φημὶ θυσίας, τοῦ 178 ἀχράντου σώματος καὶ τοῦ τιμίου αἵματος τοῦ Χριστοῦ, ἃ τοῖς πιστοῖς εἰς ἄφεσιν ἁμαρτιῶν, φωτισμόν τε καὶ ἁγιασμὸν ψυχῆς καὶ σώματος ὁ Κύριος ἐδωρήσατο· καί, ἑστιῶντες ἀλλήλους γυμνασίᾳ τῶν θείων λόγων καὶ ταῖς ἠθικαῖς παραινέσεσι, τούς τε κρυπτοὺς τῶν ἀντιπάλων δημοσιεύοντες πολέμους, ὥστε μὴ ἁλῶναι τούτοις τινὰ τῆς πάλης ἀγνοοῦντα τὴν μέθοδον, οἴκαδε