1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

101

ἀνετίθει, τὴν ἄτιμον ἐκείνην καὶ περιττὴν ὕλην ἐνεργὸν ἐντεῦθεν ποιῶν καὶ ὠφέλιμον. οἱ δὲ τοῖς βωμοῖς ἐκείνοις καὶ ναοῖς διατρίβοντες μιαροὶ δαίμονες διωγμῷ χαλεπωτάτῳ ἠλαύνοντο, καὶ τὴν ἐπελθοῦσαν αὐτοῖς συμφορὰν εἰς πολλῶν ἐπήκοον ἀνεβόων. καὶ ἠλευθεροῦτο ἡ περίχωρος πᾶσα ἐκείνη τῆς ζοφερᾶς αὐτῶν ἀπάτης, τῷ φωτί τε περιελάμπετο τῆς ἀμωμήτου τῶν Χριστιανῶν πίστεως. Ἀμέλει καὶ βασιλεὺς ἀγαθὸν πᾶσιν ὑπόδειγμα ἦν, καὶ πολλοὺς ἐπὶ τὴν ὁμοίαν γνώμην ἀνέφλεγε καὶ ἐξῆπτε. τοιοῦτον γὰρ ἡ ἐξουσία· συμμορφοῦται ταύτῃ ἀεὶ τὸ ὑποχείριον, τῶν αὐτῶν τε φιλεῖ ἐρᾶν, κἀκεῖνα ἐπιτηδεύειν οἷσπερ ἂν τὸν ἄρχοντα αἴσθηται χαίροντα. ἐντεῦθεν, τοῦ Θεοῦ συνεργοῦντος, ἡ εὐσέβεια ηὐξάνετο ἐν αὐτοῖς καὶ ἐπεδίδου. καὶ ὅλως ἦν τῶν τοῦ Χριστοῦ ἐντολῶν 516 καὶ τῆς αὐτοῦ ἀγάπης ἐξηρτημένος ὁ βασιλεύς, οἰκονόμος τε τοῦ λόγου τῆς χάριτος, καὶ ψυχῶν κυβερνήτης πολλῶν, εἰς τὸν λιμένα τοῦ Θεοῦ ταύτας καθορμίζων. ᾔδει γὰρ τοῦτο εἶναι πρὸ πάντων βασιλέως ἔργον, ἵνα τοὺς ἀνθρώπους διδάξῃ τὸν Θεὸν φοβεῖσθαι καὶ τὸ δίκαιον τηρεῖν. ὃ δὴ καὶ ἐποίει· ἑαυτόν τε εἰς τὸ βασιλεῦσαι τῶν παθῶν καταρτίζων, καὶ τοῖς ὑπ' αὐτὸν ὡς κυβερνήτης ἄριστος διακατέχων ἀκριβῶς τῆς εὐνομίας τοὺς οἴακας. τοῦτο γὰρ ὅρος ἀληθινῆς βασιλείας, τὸ βασιλεύειν καὶ κρατεῖν τῶν ἡδονῶν· ὅπερ ἐκεῖνος ἐποίει. ἐπὶ προγόνων μέντοι εὐγενείᾳ καὶ τῇ περὶ αὐτὸν οὔσῃ βασιλικῇ δόξῃ μηδόλως ἐναβρυνόμενος, εἰδὼς ὅτι πήλινον ἔχομεν πάντες τοῦ γένους προπάτορα, καὶ τοῦ αὐτοῦ φυράματος ἐσμὲν πλούσιοί τε καὶ πένητες, ἐν ἀβύσσῳ δὲ ταπεινοφροσύνης ἀεὶ τὸν νοῦν ἐμβάλλων, καὶ τῆς ἐκεῖθεν μακαριότητος μεμνημένος, πάροικον μὲν ἑαυτὸν τῶν ἐνταῦθα ἐλογίζετο, ἐκεῖνα δὲ ἐγίνωσκεν ἴδια εἶναι ὧν ἂν μετὰ τὴν ἐνθένδε τύχοι ἐκδημίαν. ἐπεὶ δὲ πάντα καλῶς εἶχεν αὐτῷ, καὶ, πάντας τοὺς ὑπὸ χεῖρα τῆς παλαιᾶς ἀπαλλάξας πλάνης πατροπαραδότου, δούλους εἰργάσατο τοῦ ἐξαγοράσαντος ἡμᾶς τῆς πονηρᾶς δουλείας τῷ τιμίῳ αὐτοῦ αἵματι, δεύτερον ἐννοεῖ ἔργον, τὴν τῆς εὐποιΐας ἀρετήν. σωφροσύνη γὰρ καὶ δικαιοσύνη ἤδη προκατώρθωτο αὐτῷ, ὡς τὸν στέφανον τῆς σωφροσύνης ἀναδησαμένῳ καὶ τὴν πορφύραν τῆς δικαιοσύνης ἀμφιασαμένῳ. ἐνενόει οὖν τοῦ ἐπιγείου πλούτου τὸ ἄστατον ποταμίων ὑδάτων μιμεῖσθαι τὸν δρόμον. ἐκεῖ τοίνυν ἔσπευδε τοῦτον ἀποθέσθαι, ὅπου οὔτε 518 σὴς οὔτε βρῶσις ἀφανίζει, καὶ ὅπου κλέπται οὐ διορύσσουσιν οὐδὲ κλέπτουσι. καὶ δὴ ἤρξατο πάντα τοῖς πένησι διανέμειν τὰ χρήματα, μηδόλως αὐτῶν φειδόμενος. ᾔδει γὰρ ὡς ὁ μεγάλης ἐξουσίας ἐπιλαβόμενος τὸν δοτῆρα τῆς ἐξουσίας ὀφείλει μιμεῖσθαι κατὰ δύναμιν, ἐν τούτῳ δὲ μάλιστα τὸν Θεὸν μιμήσεται, ἐν τῷ μηδὲν ἡγεῖσθαι τοῦ ἐλεεῖν προτιμότερον. ὑπὲρ χρυσίον οὖν καὶ λίθον τίμιον τῆς εὐποιΐας τὸν πλοῦτον ἑαυτῷ συναθροίζων ἦν, τὸν καὶ ὧδε κατευφραίνοντα τῇ ἐλπίδι τῆς μελλούσης ἀπολαύσεως, κἀκεῖ καταγλυκαίνοντα τῇ πείρᾳ τῆς ἐλπισθείσης μακαριότητος. ἐντεῦθεν ἠρευνῶντο αὐτῷ φυλακαί, οἱ ἐν μετάλλοις κατακεκλεισμένοι, οἱ ὑπὸ δανειστῶν συμπνιγόμενοι· καί, πᾶσιν ἀφθόνως ἐπιχορηγῶν πάντα, πατὴρ ἦν ἁπάντων τῶν ὀρφανῶν τε καὶ χηρῶν καὶ πενήτων, πατὴρ φιλόστοργος καὶ ἀγαθός, ἑαυτὸν δοκῶν εὐεργετεῖν ἐκ τῆς εἰς αὐτοὺς γενομένης εὐεργεσίας. πλουσιόδωρος γὰρ ὢν τὴν ψυχὴν καὶ τῷ ὄντι βασιλικώτατος, πᾶσιν ἐδίδου δαψιλῶς τοῖς χρῄζουσιν· ἀπειροπλασίους γὰρ ἤλπιζεν ὑπὲρ τούτων ἀμοιβὰς κομίσασθαι ὅταν ἔλθῃ ὁ καιρὸς τῆς τῶν ἔργων ἀνταποδόσεως. Πανταχοῦ δὲ τῆς τοιαύτης αὐτοῦ φήμης ἐν ὀλίγῳ διαβαινούσης, πάντες πρὸς αὐτόν, ὥσπερ ὑπό τινος ὀσμῆς μύρου κεκινημένοι, καθ' ἑκάστην συνέρρεον, σωμάτων τε ὁμοῦ καὶ ψυχῶν πενίαν ἀποτιθέμενοι, καὶ ἐν τοῖς ἁπάντων στόμασιν ἦν. οὐχ ὁ φόβος γὰρ καὶ ἡ τυραννὶς εἷλκε τὸν λαόν, ἀλλ' ὁ πόθος καὶ ἡ πρὸς αὐτὸν ἐκ καρδίας ἀγάπη.