1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

33

ἐγκλήματι· εἶτ' εὐθὺς μνησθεὶς τῶν τοῦ Κυρίου ῥημάτων, ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς· καὶ τοῖς θερμοῖς ἐκείνοις δάκρυσι τὴν ἧτταν ἀνακαλεσάμενος ἑτεραλκέα τὴν νίκην εἰργάσατο. ἐμπειροπόλεμος γὰρ ὤν, εἰ καὶ πέπτωκεν, οὐκ ἐξελύθη, οὐδ' ἀπέγνω ἑαυτόν· ἀλλ' ἀναπηδήσας προσήγαγε πικρότατα δάκρυα ἀπὸ καρδίας θλιβομένης· καὶ παραυτίκα ὁ πολέμιος θεασάμενος αὐτά, ὥσπερ ὑπὸ φλογὸς σφοδροτάτης τὰς ὄψεις φλεγόμενος, ἀπεπήδησε 164 φεύγων μακρὰν καὶ δεινῶς ὀλολύζων. ὁ δὲ κορυφαῖος κορυφαῖος ἦν αὖθις, ὥσπερ διδάσκαλος τῆς οἰκουμένης χειροτονηθείς, οὕτω δὴ καὶ μετανοίας ὑπογραμμὸς γενόμενος. μετὰ δὲ τὴν θείαν ἀνέγερσιν τρίτον προσειπὼν ὁ Χριστός, Πέτρε, φιλεῖς με; τὸ τρισσὸν τῆς ἀρνήσεως διωρθώσατο, τοῦ ἀποστόλου ἀποκρινομένου· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Ἐκ πάντων οὖν τούτων καὶ ἄλλων πολλῶν καὶ ἀριθμοῦ ὑπερκειμένων παραδειγμάτων μανθάνομεν τὴν δύναμιν τῶν δακρύων καὶ τῆς μετανοίας· μόνον ὁ τρόπος ταύτης ἀξιόλογος, γενέσθω ἐκ διαθέσεως βδελυσσομένης τὴν ἁμαρτίαν, μισούσης τε ταύτην καὶ καταγινωσκούσης, δάκρυσι δὲ κεχρημένης, καθώς φησιν ὁ προφήτης ∆αυίδ· Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου· λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου· ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω. καὶ λοιπὸν ὁ καθαρισμὸς τῶν ἁμαρτημάτων γενήσεται διὰ τοῦ αἵματος τοῦ Χριστοῦ, ἐν τῷ μεγέθει τοῦ ἐλέους αὐτοῦ, καὶ τῷ πλήθει τῶν οἰκτιρμῶν τοῦ Θεοῦ τοῦ εἰπόντος ὅτι, Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, καὶ τὰ ἑξῆς. Ταῦτα μὲν οὖν οὕτως ἔχει καὶ οὕτως πιστεύομεν· χρὴ δέ, μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς ἀναγεννήσεως καὶ υἱοθεσίας ἀξιωθῆναι καὶ μυστηρίων γεύσασθαι θείων, πάσῃ δυνάμει ἀσφαλίζεσθαι τοῦ μὴ πίπτειν. τὸ γὰρ πίπτειν οὐ πρέπει τῷ ἀθλητῇ, ἐπειδὴ πολλοὶ πεσόντες ἀναστῆναι οὐκ ἠδυνήθησαν· οἱ μέν, τοῖς πάθεσι θύραν ἀνοίξαντες, καὶ δυσαποσπάστως αὐτοῖς προσμείναντες, οὐκ ἔτι ἴσχυσαν 166 πρὸς μετάνοιαν παλινδρομῆσαι· οἱ δέ, προαναρπασθέντες ὑπὸ τοῦ θανάτου, καὶ μὴ φθάσαντες διὰ μεταγνώσεως ἑαυτοὺς τοῦ ῥύπου τῆς ἁμαρτίας ἐκπλῦναι, κατεδικάσθησαν. καὶ διὰ τοῦτο ἐπικίνδυνον τὸ πίπτειν ἐν οἱῳδήποτε πάθει· ἐὰν δὲ συμβῇ πεσεῖν, εὐθὺς ἀναπηδῆσαι χρή, καὶ στῆναι πάλιν εἰς τὸν καλὸν ἀγῶνα· καὶ ὁσάκις ἂν τοῦτο συμβῇ, κἀκεῖνο αὐτίκα ἔστω τὸ τῆς ἐγέρσεως καὶ στάσεως ἕως τῆς τελευτῆς. Ἐπιστράφητε γὰρ πρός με, καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, λέγει Κύριος ὁ Θεός. χιι Πρὸς ταῦτα ὁ Ἰωάσαφ εἶπε· Πῶς οὖν τις φυλάξει ἑαυτὸν μετὰ τὸ βάπτισμα καθαρὸν ἀπὸ πάσης ἁμαρτίας; κἂν γάρ ἐστιν, ὡς λέγεις, τοῖς πταίουσι μετάνοια, ἀλλ' ἐν κόπῳ καὶ πόνῳ, κλαυθμῷ τε καὶ πένθει, ἅπερ οὐκ εὐκατόρθωτα τοῖς πολλοῖς εἶναί μοι δοκῶ· ἀλλὰ μᾶλλον ἤθελον εὑρεῖν ὁδὸν τοῦ φυλάττειν ἀκριβῶς τὰ προστάγματα τοῦ Θεοῦ καὶ μὴ ἐκκλίνειν ἀπ' αὐτῶν, μηδέ, μετὰ τὴν συγχώρησιν τῶν προτέρων κακῶν, παροργίζειν αὖθις τὸν γλυκύτατον ∆εσπότην καὶ Θεόν. Ὁ δὲ Βαρλαὰμ ἔφη· Καλῶς εἶπας ταῦτα, κύριέ μου βασιλεῦ· τοῦτο καὶ ἐμοὶ καταθύμιον ὑπάρχει· ἀλλ' ἐργῶδές ἐστι καὶ κομιδῇ ἀδύνατον τὸ πυρὶ συναναστρεφόμενόν τινα μὴ καπνίζεσθαι. δυσκατόρθωτον οὖν καὶ λίαν ἄναντες δεδεμένον τοῖς τοῦ βίου πράγμασι καὶ ταῖς αὐτοῦ ἀσχολούμενον 168 μερίμναις καὶ ταραχαῖς, πλούτῳ τε καὶ τρυφῇ συζῶντα, ἀκλινῶς βαδίζειν τὴν ὁδὸν τῶν ἐντολῶν τοῦ Κυρίου, καὶ καθαρὸν ἑαυτὸν ἐκ τούτων περισώσασθαι. φησὶ γὰρ ὁ Κύριος· Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ τοῦ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει· οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. γράφει δὲ καὶ ὁ ἠγαπημένος αὐτοῦ μαθητής, Ἰωάννης ὁ εὐαγγελιστὴς καὶ θεολόγος, ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ οὕτως· Μὴ ἀγαπᾶτε τὸν κόσμον,