1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

23

ἀναλλοίωτα, μήτε τῆς τῶν δικαίων φαιδρᾶς διαγωγῆς ἐχούσης τέλος, μήτε τῆς τῶν ἁμαρτωλῶν ταλαιπωρίας καὶ κολάσεως λαμβανούσης πέρας· οὔτε γὰρ κριτὴς μετ' ἐκεῖνον ὑψηλότερος, οὔτε ἀπολογία δι' ἔργων δευτέρων, οὐ προθεσμία μεταποιήσεως, οὐκ ἄλλη τις μέθοδος τοῖς κολαζομένοις, συνδιαιωνιζούσης αὐτοῖς τῆς τιμωρίας. Τούτων οὕτως ἐχόντων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβέσι πολιτείαις, ἵνα καταξιωθῶμεν ἐκφυγεῖν τὴν μέλλουσαν ἀπειλὴν καὶ σταθῆναι ἐκ δεξιῶν τοῦ Υἱοῦ τοῦ Θεοῦ; αὕτη γὰρ ἡ στάσις τῶν δικαίων· τοῖς δὲ ἁμαρτωλοῖς ἡ ἐξ εὐωνύμων ἀποκεκλήρωται παναθλία μερίς. ἐκεῖθεν δὲ τοὺς μὲν δικαίους εὐλογημένους ἀποκαλῶν ὁ ∆εσπότης εἰς τὴν ἀτελεύτητον βασιλείαν εἰσάγει, τοὺς δὲ ἁμαρτωλούς, μετ' ὀργῆς καὶ ἀρᾶς ἐκβαλὼν τοῦ προσώπου αὐτοῦ τοῦ ἡμέρου καὶ γαληνοῦ, τὸ πάντων πικρότατον ἅμα καὶ χαλεπώτατον, εἰς κόλασιν ἐκπέμπει αἰώνιον. 114 ιχ Ὁ δὲ Ἰωάσαφ πρὸς αὐτὸν ἔφη. Μεγάλα τινὰ καὶ θαυμαστὰ πράγματα λέγεις μοι, ἄνθρωπε, φόβου πολλοῦ καὶ τρόμου ἄξια, εἰ ταῦτά γε οὕτως ἔχει, καὶ ἔστι πάλιν, μετὰ τὸ ἀποθανεῖν καὶ εἰς τέφραν καὶ κόνιν διαλυθῆναι, ἀνάστασις καὶ παλιγγενεσία, ἀμοιβαί τε καὶ εὔθυναι τῶν βεβιωμένων. ἀλλὰ τίς ἡ τούτων ἀπόδειξις; καὶ πῶς, τὸ τέως μὴ θεαθὲν μαθόντες, οὕτως ἀραρότως καὶ ἀναμφιλέκτως ἐπιστεύσατε; τὰ μὲν γὰρ ἤδη πραχθέντα καὶ ἔργοις φανερωθέντα, κἂν αὐτοὶ οὐκ εἴδετε, ἀλλὰ τῶν ἱστορησάντων ἠκούσατε· πῶς δέ, καὶ περὶ τῶν μελλόντων τοιαῦτα μεγάλα καὶ ὑπέρογκα κηρύττοντες, ἀσφαλῆ τὴν περὶ αὐτῶν κέκτησθε πληροφορίαν; Καί φησιν ὁ Βαρλαάμ· Ἐκ τῶν ἤδη πραχθέντων ἐκτησάμην καὶ τῶν μελλόντων τὴν πληροφορίαν· οἱ γὰρ ταῦτα κηρύξαντες ἐν οὐδενὶ τῆς ἀληθείας διαμαρτόντες, ἀλλὰ σημείοις καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι τὰ λεχθέντα ἐμπεδωσάμενοι, αὐτοὶ καὶ περὶ τῶν μελλόντων εἰσηγήσαντο. ὥσπερ οὖν ἐνταῦθα οὐδὲν σκαιὸν καὶ πεπλασμένον ἐδίδαξαν, ἀλλὰ πάντα φαιδρότερον ἡλίου ἔλαμψαν ὅσα τε εἶπον καὶ ἐποίησαν, οὕτω κἀκεῖ ἀληθινὰ ἐδογμάτισαν· ἅτινα καὶ αὐτὸς ὁ Κύριος ἡμῶν καὶ δεσπότης Ἰησοῦς Χριστὸς λόγῳ τε καὶ ἔργῳ ἐπιστώσατο. Ἀμὴν γάρ, φησί, λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται· καὶ αὖθις· Ἔρχεται ὥρα, 116 ὅτε οἱ νεκροὶ ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται, οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως· καὶ πάλιν περὶ τῆς ἀναστάσεώς φησι τῶν νεκρῶν· Οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ Θεοῦ λέγοντος· ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ Θεὸς Θεὸς νεκρῶν, ἀλλὰ ζώντων· Ὥσπερ γὰρ συλλέγεται τὰ ζιζάνια καὶ πυρὶ καίεται, οὕτως ἔσται ἐν τῇ συντελείᾳ αἰῶνος τούτου· ἀποστελεῖ ὁ Υἱὸς τοῦ Θεοῦ τοὺς ἀγγέλους αὐτοῦ καὶ συλλέξουσι πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων· τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. ταῦτα εἰπών, προσέθετο· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Τοιούτοις μὲν λόγοις καὶ ἑτέροις πλείοσι τὴν τῶν σωμάτων ἡμῶν ἀνάστασιν ὁ Κύριος ἐφανέρωσεν· ἔργῳ δὲ τοὺς λόγους ἐπιστώσατο, πολλοὺς ἐγείρας νεκρούς, πρὸς δὲ τῷ τέλει τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας, καὶ τεταρταῖον ἤδη καταφθαρέντα καὶ ὀδωδότα Λάζαρόν τινα φίλον ἑαυτοῦ ἐκ τοῦ μνήματος καλέσας, καὶ ζῶντα τὸν ἄπνουν παραστησάμενος. ἐπὶ τούτοις δὲ καὶ αὐτὸς ὁ Κύριος ἀπαρχὴ τῆς τελείας καὶ μηκέτι θανάτῳ ὑποπιπτούσης ἀναστάσεως γέγονε, σαρκὶ τοῦ θανάτου γευσάμενος, ἀναστὰς δὲ τριήμερος καὶ τῶν νεκρῶν πρωτότοκος γενόμενος. ἠγέρθησαν μὲν γὰρ καὶ ἄλλοι ἐκ τῶν νεκρῶν, ἀλλ' αὖθις