1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

26

καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας· καὶ οὐκ ἔστι κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ, πάντα δὲ 128 γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ, πρὸς ὃν ἡμῖν ὁ λόγος. Ταῦτα καὶ οἱ προφῆται πρὸ χρόνων πολλῶν τῇ τοῦ Πνεύματος λαμπόμενοι χάριτι ἀριδηλότατα κατήγγειλαν. φησὶ γὰρ ὁ Ἠσαΐας· Ἐγὼ τὰ ἔργα αὐτῶν καὶ τοὺς λογισμοὺς ἐπίσταμαι καὶ ἀνταποδώσω αὐτοῖς· ἰδοὺ συναγαγεῖν ἔρχομαι πάντα τὰ ἔθνη καὶ τὰς γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου. καὶ ἔσται ὁ οὐρανὸς καινὸς καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ μὲν ἐνώπιόν μου· καὶ ἥξει πᾶσα σὰρξ τοῦ προσκυνῆσαι ἐνώπιόν μου, λέγει Κύριος, καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων, τῶν παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί. καὶ αὖθις περὶ τῆς ἡμέρας ἐκείνης λέγει· Καὶ εἰληθήσεται ὁ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσοῦνται ὡς φύλλα ἐξ ἀμπέλου· ἰδοὺ γὰρ ἡμέρα Κυρίου ἔρχεται, ἀνίατος θυμοῦ καὶ ὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς· οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτισθήσεται τοῦ ἡλίου ἀνατέλλοντος, καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς αὐτῆς· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. καὶ πάλιν λέγει· Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρτίας αὐτῶν ὡς σχοινίῳ μακρῷ καὶ ὡς ζυγοῦ ἱμάντι δαμάλεως τὰς ἀνομίας· οὐαὶ οἱ λέγοντες τὸ πονηρὸν καλὸν καὶ τὸ καλὸν πονηρόν, οἱ τιθέντες τὸ σκότος φῶς καὶ τὸ φῶς σκότος, οἱ τιθέντες τὸ πικρὸν γλυκὺ καὶ τὸ γλυκὺ 130 πικρόν. οὐαὶ οἱ ἰσχύοντες ὑμῶν οἱ δυνάσται, οἱ κιρνῶντες τὸ σίκερα, οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες, οἱ ἐκκλίνοντες κρίσιν πτωχῶν καὶ ἁρπάζοντες κρῖμα πενήτων, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν καὶ ὀρφανὸν εἰς προνομήν. καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; καὶ πρὸς τίνα καταφεύξονται τοῦ βοηθηθῆναι; καὶ ποῦ καταλείψουσι τὴν δόξαν αὐτῶν τοῦ μὴ ἐμπεσεῖν εἰς ἀπαγωγήν; ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Τούτῳ συνᾴδων καὶ ἕτερος προφήτης φησίν· Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχινὴ σφόδρα· φωνὴ ἡ ἡμέρας Κυρίου πικρὰ καὶ σκληρὰ τέτακται· δυνατὴ ἡμέρα ὀργῆς ἡ ἡμέρα ἐκείνη, ἡμέρα θλίψεως καὶ ἀνάγκης, ἡμέρα ταλαιπωρίας καὶ ἀφανισμοῦ, ἡμέρα σκότους καὶ γνόφου, ἡμέρα νεφέλης καὶ ὁμίχλης, ἡμέρα σάλπιγγος καὶ κραυγῆς· καὶ ἐκθλίψω τοὺς πονηρούς, καὶ πορεύσονται ὡς τυφλοί, ὅτι τῷ Κυρίῳ ἐξήμαρτον· καὶ τὸ ἀργύριον αὐτῶν καὶ τὸ χρυσίον οὐ μὴ δύνηται ἐξελέσθαι αὐτοὺς ἐν ἡμέρᾳ ὀργῆς Κυρίου· ἐν πυρὶ γὰρ ζήλου αὐτοῦ καταναλωθήσεται πᾶσα ἡ γῆ, διότι συντέλειαν ποιήσει ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν. πρὸς τούτοις καὶ ∆αυῖδ ὁ βασιλεὺς καὶ προφήτης βοᾷ· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς 132 σφοδρά· προσκαλέσεται τὸν οὐρανὸν ἄνω καὶ τὴν γῆν, τοῦ διακρῖναι τὸν λαὸν αὐτοῦ. καὶ αὖθις· Ἀνάστα, φησίν, Θεός, κρῖνον τὴν γῆν, ὅτι ἐνθύμιον ἀνθρώπου ἐξομολογήσεταί σοι· καὶ σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. πολλὰ δὲ καὶ ἕτερα τοιαῦτα ὅ τε ψαλμῳδὸς καὶ πάντες οἱ προφῆται τῷ θείῳ πνεύματι μυηθέντες περὶ τῆς μελλούσης κρίσεως καὶ ἀνταποδόσεως ἐκήρυξαν· ὧν τοὺς λόγους καὶ ὁ Σωτὴρ ἀσφαλέστατα βεβαιώσας, ἐδίδαξεν ἡμᾶς πιστεύειν ἀνάστασιν νεκρῶν καὶ ἀνταπόδοσιν τῶν βεβιωμένων ζωήν τε ἀτελεύτητον τοῦ μέλλοντος αἰῶνος.