1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

72

αἵματι ἐξαγοράσας ἡμᾶς τοὺς πεπραμένους ὑπὸ τὴν ἁμαρτίαν. αὐτῷ ἡ δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Τοῦ δὲ βασιλέως ἐκπλήξει τε ἅμα καὶ ὀργῇ ληφθέντος, τὸ μὲν ἐπὶ τῇ τοῦ παιδὸς συνέσει καὶ τοῖς ἀναντιρρήτοις αὐτοῦ ῥήμασι, τὸ δὲ ἐφ' ᾧ ἐκείνου οὐ διέλιπεν ἐνδιαβάλλων θεοὺς καὶ ὅλον αὐτοῦ μυκτηρίζων καὶ χλευάζων τὸν βίον, τὸ μὲν τοῦ λόγου φαιδρὸν διὰ τὴν ἔνδον οὐκ ἐδέξατο τοῦ σκότους παχύτητα, τιμωρήσασθαι δὲ αὐτὸν ἢ κακῶς τι διαθέσθαι τῇ φυσικῇ μὴ δυνάμενος στοργῇ, τὸ δὲ μεταπείσειν αὐτὸν ἀπειλαῖς πάντη ἀπογνούς, φοβηθεὶς μή, πλείονας κινήσας πρὸς αὐτὸν λόγους, ἐκείνου παρρησιαζομένου καὶ τὰ τῶν θεῶν διακωμῳδοῦντος καὶ χλευάζοντος, εἰς πλείονα θυμὸν ἐξαφθείς, τῶν ἐναντίων εἰς αὐτόν τι διαπράξοιτο, μετ' ὀργῆς ἀναστάς, ὑπεχώρησεν, Εἴθε μηδόλως ἐγεννήθης, εἰπών, μήτ' εἰς φῶς προῆλθες, τοιοῦτος μέλλων ἔσεσθαι, βλάσφημος εἰς τοὺς θεοὺς καὶ τῆς πατρικῆς ἀποστάτης φιλίας τε καὶ νουθεσίας. ἀλλ' οὐκ εἰς τέλος τῶν ἀηττήτων καταμωκήσῃ θεῶν, οὐδ' ἐπὶ πολὺ χαρήσονται οἱ ὑπεναντίοι, οὐδ' αἱ τούτων ἰσχύσουσι γοητεῖαι. εἰ μὴ γὰρ εὐήκοος γενήσῃ μοι καὶ τοῖς θεοῖς εὐγνώμων, πολλαῖς πρότερον ἐκδώσας σε 366 καὶ ποικίλαις τιμωρίαις, κακηγκάκως θανατώσω, οὐχ ὡς υἱῷ σοι διατεθείς, ἀλλ' ὡς ἐχθρῷ τινι καὶ ἀποστάτῃ. χχῃ Ταῦτα τοῦ πατρὸς ἀπειλησαμένου καὶ μετ' ὀργῆς ὑποχωρήσαντος, εἰς τὸν ἑαυτοῦ κοιτῶνα ὁ υἱὸς εἰσελθών, καὶ πρὸς τὸν οἰκεῖον ἀγωνοθέτην τοὺς ὀφθαλμοὺς ἀνατείνας, Κύριε, ὁ Θεός μου, ἐκ βάθους ἀνέκραξε τῆς καρδίας, γλυκεῖα ἐλπὶς καὶ ἀψευδὴς ἐπαγγελία, ἡ κραταιὰ καταφυγὴ τῶν σοὶ προσανακειμένων, ἴδε μου τὴν συντριβὴν τῆς καρδίας ἱλέῳ καὶ εὐμενεῖ ὄμματι, καὶ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀποστῇς ἀπ' ἐμοῦ· ἀλλά, κατὰ τὴν ἀψευδῆ σου ὑπόσχεσιν, γενοῦ μετ' ἐμοῦ τοῦ ἀναξίου καὶ εὐτελοῦς· σὲ γὰρ γινώσκω καὶ ὁμολογῶ ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. αὐτὸς οὖν με ἐνίσχυσον ἐν ταύτῃ τῇ καλῇ ὁμολογίᾳ μέχρι τελευταίας διαμεῖναι ἀναπνοῆς· ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με, καὶ παράστηθι ἐκ πάσης διατηρῶν με σατανικῆς ἐνεργείας ἀλώβητον· ἐπίβλεψον, βασιλεῦ· διαπέφλεκται γὰρ ἰσχυρῶς ἡ ψυχή μου τῷ σῷ πόθῳ, καὶ ἐκκέκαυται ὡς ἐν δίψῃ καύματος ἐν ἀνύδρῳ, σὲ ἐπιποθοῦσα τὴν πηγὴν τῆς ἀθανασίας. μὴ παραδῴης τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῆς ψυχῆς τοῦ πτωχοῦ σου μὴ ἐπιλάθῃ εἰς τέλος· ἀλλὰ παράσχου μοι τῷ ἁμαρτωλῷ παρ' ὅλην μου τὴν ζωὴν ὑπὲρ τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς 368 ὁμολογίας πάντα παθεῖν, καὶ ὅλον ἐμαυτόν σοι καταθῦσαι· σοῦ γὰρ ἐνδυναμοῦντος καὶ οἱ ἀσθενεῖς ὑπερισχύσουσιν, ὅτι μόνος εἶ σύμμαχος ἀήττητος καὶ Θεὸς ἐλεήμων, ὃν εὐλογεῖ πᾶσα κτίσις τὸν δεδοξασμένον εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος θείας ᾔσθετο παρακλήσεως τῇ αὐτοῦ ἐπιφοιτησάσης καρδίᾳ, καὶ θάρσους ἐμπλησθεὶς εὐχόμενος ὅλην διετέλεσε τὴν νύκτα. ὁ δὲ βασιλεὺς Ἀραχῇ τῷ φίλῳ κοινολογησάμενος τὰ περὶ τοῦ παιδός, καὶ τὴν ἀπότομον αὐτοῦ παρρησίαν ἀμετάθετόν τε δηλώσας γνώμην, βουλὴν τίθεται φίλιον ὁ Ἀραχὴς ὅτι μάλιστα καὶ θεραπευτικὴν πρὸς αὐτὸν ποιήσασθαι τὴν ὁμιλίαν, ταῖς κολακείαις ἐλπίζων ἴσως ἐφελκύσασθαι. ἔρχεται τοιγαροῦν τῇ ἐπαύριον πρὸς τὸν υἱόν· καὶ καθίσας ἐγγύτερον τοῦτον προσεκαλέσατο. εἶτα περιπλακεὶς κατεφίλει, πράως ὑπερχόμενος καὶ ἠπίως, Ὦ τέκνον ποθεινότατον, εἰρηκώς, καὶ φιλούμενον, τίμησον τὴν τοῦ σοῦ πατρὸς πολιάν, καί, τῆς ἐμῆς ἀκούσας δεήσεως, προσελθὼν θυσίαν τοῖς θεοῖς προσάγαγε. οὕτω γὰρ ἐκείνους τε εὐμενεῖς ἕξεις, καὶ μακρότητα ἡμερῶν, δόξης τε πάσης καὶ βασιλείας ἀνεπηρεάστου καὶ παντοίων ἀγαθῶν μετουσίαν παρ' αὐτῶν ἀπολήψῃ, ἐμοί τε τῷ πατρὶ ἔσῃ κεχαρισμένος διὰ βίου παντός, καὶ πᾶσιν ἀνθρώποις τίμιός τε καὶ