1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

114

ἐργασίας. οὕτω δὲ εἰς τὸ ἀγρυπνεῖν τὴν φύσιν ὑπέταξεν, ὡς ἄσαρκός τις καὶ ἀσώματος. εὐχῆς δὲ αὐτῷ καὶ τῆς νοερᾶς ἐργασίας ἄληκτον τὸ ἔργον ἦν, καὶ ἅπας ὁ τῆς ζωῆς χρόνος εἰς θεωρίας ἀνηλίσκετο πνευματικάς τε καὶ οὐρανίους, ὡς μὴ ὥραν, μὴ στιγμὴν αὐτὸν τοπαράπαν ζημιωθῆναι, ἀφ' οὗπερ τὴν ἔρημον ᾤκησε ταύτην. 582 τοῦτο γὰρ ἔργον μοναχικῆς τάξεως, τὸ μηδέποτε ἀργὸν τῆς πνευματικῆς ἐργασίας εὑρεθῆναι· ὃ δὴ καλῶς κατώρθωσεν ὁ γενναῖος καὶ εὐσταλὴς σταδιοδρόμος τῆς οὐρανίου πορείας. καὶ ἄσβεστον αὐτοῦ τὴν θέρμην ἐφύλαξεν ἀπ' ἀρχῆς μέχρι τέλους, ἀναβάσεις ἀεὶ ἐν καρδίᾳ τιθέμενος, καὶ ἐκ δυνάμεως εἰς ὑψηλοτέραν μεταβαίνων δύναμιν, πόθῳ πόθον καὶ σπουδὴν σπουδῇ διηνεκῶς προστιθείς, ἕως ἔφθασεν εἰς τὴν ἐλπιζομένην καὶ ποθουμένην μακαριότητα. χχχιχ Οὕτως οὖν ἀλλήλοις συνόντες Βαρλαάμ τε καὶ Ἰωάσαφ, καὶ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοι, ἐκτὸς πάσης μερίμνης καὶ πάσης βιωτικῆς ὄντες ταραχῆς, ἀνεπιθόλωτόν τε τὸν νοῦν κεκτημένοι καὶ ἀμιγῆ πάσης συγχύσεως, μετὰ τοὺς πολλοὺς δὲ αὐτῶν ὑπὲρ εὐσεβείας καμάτους, ἐν μιᾷ τῶν ἡμερῶν προσκαλεσάμενος τὸν πνευματικὸν υἱόν, ὃν διὰ τοῦ Εὐαγγελίου ἐγέννησε, λόγου ἥπτετο καὶ ὁμιλίας πνευματικῆς, Πάλαι, λέγων, ὦ φίλτατε Ἰωάσαφ, ἐν ταύτῃ σε τῇ ἐρήμῳ κατοικεῖν ἔδει· καὶ τοῦτό μοι ὁ Χριστὸς προσευχομένῳ περὶ σοῦ ἐπηγγείλατο πρὸ τῆς τοῦ βίου τελευτῆς ὄψεσθαι. εἶδον οὖν ὡς ἐπεθύμουν· εἶδόν σε ἀπορραγέντα μὲν κόσμου καὶ τῶν ἐν κόσμῳ, συναφθέντα δὲ τῷ Χριστῷ ἀδιστάκτῳ τῇ γνώμῃ, καὶ εἰς μέτρον ἐλθόντα τελειότητος τοῦ πληρώματος αὐτοῦ. νῦν οὖν ἐπειδή μοι ὁ τῆς ἀναλύσεως καιρὸς ἐπὶ θύραις, καὶ ἡ σύντροφος καὶ ἡλικιῶτις 584 ἐπιθυμία τοῦ συνεῖναι τῷ Χριστῷ διὰ παντὸς ἤδη πληροῦται, σὲ μὲν δεῖ καλῦψαί μου τὸ σῶμα τῇ γῇ καὶ τὸν χοῦν ἀποδοῦναι τῷ χοΐ, μεῖναι δὲ τοῦ λοιποῦ ἐν τῷδε τῷ τόπῳ τῆς πνευματικῆς ἐχόμενον πολιτείας καὶ τῆς ἐμῆς μνείαν ποιούμενον μετριότητος. δέδοικα γὰρ μή ποτε ἡ ζοφερὰ τῶν δαιμόνων πληθὺς τῇ ψυχῇ μου ἐμποδὼν καταστῇ διὰ τὸ πλῆθος τῶν ἐμῶν ἀγνοημάτων. Σὺ οὖν, τέκνον, μὴ ὀλιγωρήσῃς τὸ ἐπίπονον τῆς ἀσκήσεως, μηδὲ δειλιάσῃς τὸ μῆκος τοῦ χρόνου καὶ τὰς ἐπιβουλὰς τῶν δαιμόνων· ἀλλὰ τούτων μὲν τῆς ἀσθενείας, τῇ τοῦ Χριστοῦ ῥωννύμενος χάριτι, τολμηρῶς καταγέλα, πρὸς δὲ τὴν σκληρότητα τῶν πόνων καὶ τὸ τοῦ χρόνου διάστημα οὕτως ἔσο, ὡς καθ' ἡμέραν τὴν ἐντεῦθεν ἀνάλυσιν προσδοκῶν, καὶ ὡς ἀρχὴν εἶναί σοι τῆς ἀσκήσεως τὴν αὐτὴν ἡμέραν καὶ τέλος. οὕτως ἀεὶ τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, πρὸς τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατασκοπῶν δίωκε τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ, καθάπερ ὁ θεῖος Ἀπόστολος παρακελεύεται, Μὴ ἐκκακῶμεν, λέγων· ἀλλ' εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ' ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ταῦτα λογιζόμενος, ἀγαπητέ, ἀνδρίζου καὶ ἴσχυε, καὶ ὡς καλὸς στρατιώτης σπούδαζε τῷ στρατολογήσαντι ἀρέσαι. κἂν λογισμούς σοι 586 ὀλιγωρίας ὁ πονηρὸς φέρῃ καὶ τὸν τόνον ὑποχαλᾶν τῆς προθέσεως σπεύδῃ, μὴ φοβοῦ αὐτοῦ τὰς ἐπιβουλάς, τὸ ∆εσποτικὸν ἐννοῶν πρόσταγμα, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, λέγοντος· ἀλλὰ θαρσεῖτε· ἐγὼ νενίκηκα τὸν κόσμον. διὸ χαῖρε ἐν Κυρίῳ πάντοτε, ὅτι ἐξελέξατό σε καὶ διεχώρισεν ἐκ τοῦ κόσμου, καὶ ἔθετο ὡς ἐν προσώπῳ αὐτοῦ. αὐτὸς δέ, ὁ καλέσας σε κλήσει ἁγίᾳ, ἐγγύς ἐστιν ἀεί. μηδὲν μερίμνα· ἀλλ' ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματά σου γνωριζέσθω πρὸς τὸν Θεόν. αὐτὸς γὰρ εἴρηκεν· Οὐ μή