1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

15

αὐτοῦ ἀδελφὸν ἔλεγον λαλῆσαι τῷ βασιλεῖ, μὴ τὸ ὕψος τοῦ διαδήματος οὑτωσὶ καθυβρίζειν. τοῦ δὲ εἰπόντος ταῦτα τῷ ἀδελφῷ καὶ καταμεμψαμένου τὴν ἄκαιρον αὐτοῦ σμικρολογίαν, δέδωκεν αὐτῷ ἀπόκρισιν ὁ βασιλεύς, ἣν οὐ συνῆκεν ὁ ἀδελφὸς αὐτοῦ. Ἔθος γὰρ ἦν ἐκείνῳ τῷ βασιλεῖ, ὅταν ἀπόφασιν θανάτου κατά τινος ἐδίδου, κήρυκα εἰς τὴν αὐτοῦ θύραν ἀποστέλλειν μετὰ σάλπιγγος τεταγμένης εἰς τοῦτο· καὶ τῇ φωνῇ τῆς σάλπιγγος ἐκείνης ᾔσθοντο πάντες θανάτου ἔνοχον ἐκεῖνον ὑπάρχειν. ἑσπέρας οὖν καταλαβούσης, ἀπέστειλεν ὁ βασιλεὺς τὴν σάλπιγγα τοῦ θανάτου σαλπίζειν ἐπὶ τῇ θύρᾳ τοῦ οἴκου τοῦ ἀδελφοῦ αὐτοῦ. ὡς οὖν ἤκουσεν ἐκεῖνος τὴν σάλπιγγα τοῦ θανάτου, ἀπέγνω τῆς ἑαυτοῦ σωτηρίας καὶ διέθετο τὰ κατ' αὐτὸν ὅλην τὴν νύκτα· ἅμα δὲ πρωΐ, ἀμφιασάμενος μέλανα καὶ πενθήρη, μετὰ γυναικὸς καὶ τέκνων ἀπέρχεται εἰς τὴν θύραν τοῦ παλατίου κλαίων καὶ ὀδυρόμενος. εἰσαγαγὼν δὲ αὐτὸν ὁ βασιλεύς, καὶ οὕτως ἰδὼν ὀλοφυρόμενον, ἔφη· Ὦ ἀσύνετε καὶ ἄφρον, εἰ σὺ οὕτως ἐδειλίασας τὸν κήρυκα τοῦ ὁμοτίμου σου ἀδελφοῦ, πρὸς ὃν οὐδὲν ὅλως ἑαυτὸν ἡμαρτηκέναι γινώσκεις, πῶς ἐμοὶ μέμψιν ἐπήγαγες ἐν ταπεινώσει ἀσπασαμένῳ τοὺς κήρυκας τοῦ Θεοῦ μου, τοὺς εὐηχέστερον σάλπιγγος μηνύοντάς μοι 74 τὸν θάνατον καὶ τὴν φοβερὰν τοῦ ∆εσπότου ὑπάντησιν, ᾧ πολλὰ καὶ μεγάλα ἐμαυτὸν ἡμαρτηκέναι ἐπίσταμαι; ἰδοὺ τοίνυν τὴν σὴν ἐλέγχων ἄνοιαν τούτῳ δὴ τῷ τρόπῳ ἐχρησάμην, ὥσπερ οὖν καὶ τοὺς ὑποθεμένους σου τὴν κατ' ἐμοῦ μέμψιν θᾶττον ἀνοηταίνειν ἐλέγξω. καὶ οὕτω θεραπεύσας τὸν ἀδελφὸν αὐτοῦ καὶ ὠφελήσας οἴκαδε ἀπέστειλεν. Ἐκέλευσε δὲ γενέσθαι ἐκ ξύλων βαλάντια τέσσαρα. καὶ τὰ μὲν δύο περικαλύψας πάντοθεν χρυσίῳ, καὶ ὀστᾶ νεκρῶν ὀδωδότα βαλὼν ἐν αὐτοῖς, χρυσαῖς περόναις κατησφαλίσατο· τὰ δὲ ἄλλα πίσσῃ καταχρίσας καὶ ἀσφαλτώσας, ἐπλήρωσε λίθων τιμίων καὶ μαργαρίτων πολυτίμων καὶ πάσης μυρεψικῆς εὐωδίας. σχοινίοις τε τριχίνοις ταῦτα περισφίγξας, ἐκάλεσε τοὺς μεμψαμένους αὐτῷ μεγιστᾶνας ἐπὶ τῇ τῶν ἀνδρῶν ἐκείνων συναντήσει, καὶ προέθετο αὐτοῖς τὰ τέσσαρα βαλάντια, τοῦ ἀποτιμήσασθαι πόσου μὲν ταῦτα, πόσου δὲ ἐκεῖνα τιμήματός εἰσιν ἄξια. οἱ δὲ τὰ μὲν δύο τὰ κεχρυσωμένα τιμῆς ὅτι πλείστης εἶναι διωρίζοντο. ἔξεστι γάρ, φησίν, ἐν αὐτοῖς βασιλικὰ διαδήματα καὶ ζώνας ἀποκεῖσθαι· τὰ δὲ τῇ πίσσῃ κατακεχρισμένα καὶ τῇ ἀσφάλτῳ εὐτελοῦς τινὸς καὶ οἰκτροῦ τιμήματος ὑπάρχει. ὁ δὲ βασιλεὺς ἔφη πρὸς αὐτούς· Οἶδα κἀγὼ τοιαῦτα λέγειν ὑμᾶς· τοῖς αἰσθητοῖς γὰρ ὀφθαλμοῖς τὴν αἰσθητὴν ὄψιν κατανοεῖτε· καὶ μὴν οὐχ οὕτως δεῖ ποιεῖν. ἀλλὰ τοῖς ἔνδον ὄμμασι τὴν ἐντὸς ἀποκειμένην χρὴ βλέπειν εἴτε τιμὴν εἴτε ἀτιμίαν. καὶ ἐκέλευσεν ἀνοιγῆναι τὰ κεχρυσωμένα βαλάντια. διανοιχθέντων δέ, 76 δεινή τις ἔπνευσε δυσωδία καὶ ἀηδεστάτη ὡράθη θέα. Φησὶν οὖν ὁ βασιλεύς· Οὗτος ὁ τύπος τῶν τὰ λαμπρὰ μὲν καὶ ἔνδοξα ἠμφιεσμένων, πολλῇ δόξῃ καὶ δυναστείᾳ σοβαρευομένων, καὶ ἔσωθεν ἀποζόντων νεκρῶν καὶ πονηρῶν ἔργων. εἶτα καὶ τὰ πεπισσωμένα καὶ κατησφαλτωμένα κελεύσας ἀνακαλυφθῆναι, πάντας εὔφρανε τοὺς παρόντας τῇ τῶν ἐν αὐτοῖς ἀποκειμένων φαιδρότητι καὶ εὐωδίᾳ. ἔφη δὲ πρὸς αὐτούς· Οἴδατε τίνι ὅμοια ταῦτα; τοῖς ταπεινοῖς ἐκείνοις καὶ εὐτελῆ περικειμένοις ἐνδύματα, ὧν ὑμεῖς τὸ ἐκτὸς ὁρῶντες σχῆμα, ὕβριν ἡγήσασθε τὴν ἐμὴν κατὰ πρόσωπον αὐτῶν ἐπὶ γῆς προσκύνησιν· ἐγὼ δέ, τοῖς νοεροῖς ὄμμασι τὸ τίμιον αὐτῶν καὶ περικαλλὲς κατανοήσας τῶν ψυχῶν, ἐνεδοξάσθην μὲν τῇ τούτων προσψαύσει, παντὸς δὲ στεφάνου καὶ πάσης βασιλικῆς ἁλουργίδος τιμιωτέρους αὐτοὺς ἡγησάμην. οὕτως οὖν αὐτοὺς ᾔσχυνε, καὶ ἐδίδαξε μὴ τοῖς φαινομένοις πλανᾶσθαι, ἀλλὰ τοῖς νοουμένοις προσέχειν. κατ' ἐκεῖνον τοίνυν τὸν εὐσεβῆ καὶ σοφὸν βασιλέα καὶ σὺ πεποίηκας, τῇ ἀγαθῇ ἐλπίδι προσδεξάμενός