1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

96

τίς οὖν αὐτῷ τῷ Θεῷ καὶ λόγῳ προσεγένετο ἐντεῦθεν βλάβη, ὅτι βλασφημεῖν οὐκ ἐρυθριᾷς; τί δέ; βέλτιον ταῦτα ὁμολογεῖν, καὶ τοιοῦτον σέβεσθαι Θεόν, ἀγαθὸν καὶ φιλάνθρωπον, ὃς ἐντέλλεται δικαιοσύνην, ἐγκράτειαν ἐπιτάσσει, καθαρότητα νομοθετεῖ, ἐλεεῖν διδάσκει, πίστιν παρέχει, εἰρήνην κηρύσσει, αὐτοαλήθεια ὀνομάζεται καὶ ἔστιν, αὐτοαγάπη, αὐτοαγαθότης· τοῦτον βέλτιον σέβεσθαι ἢ τοὺς θεούς σου, τοὺς πολυπαθεῖς καὶ κακούς, τοὺς αἰσχροὺς καὶ τοῖς πράγμασι καὶ τοῖς ὀνόμασιν; οὐαὶ ὑμῖν, τῶν λίθων λιθωδέστεροι καὶ τῶν ἀλόγων ἀλογώτεροι, τῆς ἀπωλείας υἱοί, τοῦ σκότους κληρονόμοι· μακάριος δὲ ἐγὼ καὶ πάντες οἱ Χριστιανοί, Θεὸν ἔχοντες ἀγαθὸν καὶ φιλάνθρωπον. οἱ γὰρ αὐτῷ λατρεύοντες, κἂν ὀλίγον χρόνον ἐν τῷ νῦν βίῳ κακο 490 παθήσωσιν, ἀλλὰ τὸν ἀθάνατον τῆς ἀνταποδόσεως καρπὸν τρυγήσουσιν ἐν τῇ βασιλείᾳ τῆς ἀτελευτήτου καὶ θείας μακαριότητος. χχχιι Ἔφη δὲ πρὸς αὐτὸν ὁ Θευδᾶς· Ἰδοὺ φανερόν ἐστιν, ὅτι τὴν καθ' ἡμᾶς θρησκείαν πολλοὶ καὶ μεγάλοι σοφοί, καὶ ἐξηγηταί, καὶ θαυμαστοὶ τὴν ἀρετὴν καὶ ἐπιστήμην, ἐνομοθέτησαν, καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς καὶ δυνάσται ὡς καλὴν καὶ μηδὲν σφαλερὸν ἔχουσαν ἐδέξαντο, τὴν δὲ τῶν Γαλιλαίων ἄγροικοί τινες, πτωχοί τε καὶ εὐτελεῖς ἐκήρυξαν ἄνδρες, καὶ αὐτοὶ εὐαρίθμητοι καὶ μὴ τῶν δώδεκα τὸ μέτρον ὑπερβαίνοντες. πῶς οὖν τῶν ὀλίγων, ἀσήμων τε καὶ ἀγροίκων, τὸ κήρυγμα προτιμητέον τῆς τῶν πολλῶν καὶ μεγάλων καὶ σοφίᾳ τοσαύτῃ λαμψάντων νομοθεσίας; τίς δὲ ἡ ἀπόδειξις τούτους ἀληθεύειν, κἀκείνους ψεύδεσθαι; Αὖθις οὖν ὁ τοῦ βασιλέως υἱὸς ἀπεκρίνατο· Τάχα, Θευδᾶ, ὄνος εἶ, τὸ τοῦ λόγου, λύρας ἀκούων καὶ ἀσύνετος μένων, μᾶλλον δὲ ἀσπὶς βύων τὰ ὦτα τοῦ μὴ ἀκοῦσαι φωνῆς ἐπᾳδόντων. καλῶς οὖν ὁ προφήτης εἶπε περὶ σοῦ· εἰ ἀλλάξεται Αἰθίοψ τὸ δέρμα αὐτοῦ καὶ πάρδαλις τὰ ποικίλματα αὐτῆς, καὶ σὺ δυνήσῃ εὖ ποιῆσαι μεμαθηκὼς κακά. μωρὲ καὶ τυφλέ, πῶς οὐκ ἄγει σε εἰς αἴσθησιν ἡ τῆς ἀληθείας ἰσχύς; τοῦτο γὰρ αὐτὸ τὸ παρὰ πολλῶν μὲν ἐπὶ σοφίᾳ θαυμαζομένων ἐπαινεῖσθαι τὰ μιαρά σου σεβά 492 σματα, παρὰ πολλῶν δὲ βασιλέων κρατύνεσθαι, τὸ δὲ κήρυγμα τοῦ Εὐαγγελίου παρ' ὀλίγων καὶ ἀσήμων ἀνδρῶν κηρυχθῆναι, δεικνύει τῆς ἡμῶν θεοσεβείας τὴν ἰσχὺν καὶ τῶν ὑμετέρων πονηρῶν δογμάτων τὸ ἀσθενὲς καὶ ὀλέθριον· ὅτι τὰ μὲν ὑμέτερα, καὶ συνηγόρους ἔχοντα σοφοὺς καὶ ἀντιλήπτορας ἰσχυρούς, ὅμως σβέννυται καὶ ἀσθενεῖ, τὰ δὲ τῆς θεοσεβείας, μηδεμίαν ἀνθρωπίνην κεκτημένα βοήθειαν, λάμπει τηλαυγέστερον ἡλίου καὶ τοῦ κόσμου κατέσχε τὰ πληρώματα. εἰ μὲν γὰρ παρὰ ῥητόρων τε καὶ φιλοσόφων ἐξετέθη, βασιλεῖς δὲ καὶ δυνάστας εἶχε συνεργοῦντας, εὗρες ἂν σὺ ὁ πονηρὸς εἰπεῖν ἀνθρωπίνης δυνάμεως τὸ πᾶν γεγενῆσθαι· νυνὶ δέ, ὁρῶν παρὰ ἁλιέων μὲν εὐτελῶν τὸ ἅγιον συντεθὲν Εὐαγγέλιον, παρὰ πάντων δὲ τυράννων διωχθέν, καὶ μετὰ τοῦτο τὴν οἰκουμένην κατασχὸν (εἰς πᾶσαν γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ), τί ἂν εἴποις, ἢ θείαν εἶναι καὶ ἄμαχον δύναμιν ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὰ ἑαυτῆς βεβαιοῦσαν; τίνα δὲ ἀπόδειξιν ζητεῖς, ἀνόητε, τοῦ ψεύδεσθαι μὲν τοὺς σούς, ἀληθεύειν δὲ τοὺς ἡμετέρους, κρείττονα τῶν εἰρημένων; εἰ μὴ γὰρ λῆρος ἦν καὶ ψεῦδος πάντα τὰ σά, οὐκ ἄν, τοσαύτην ἔχοντα παρὰ ἀνθρώπων ἰσχύν, ἠλαττοῦτο καὶ ἐξησθένει. Εἶδον γάρ, φησί, τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον, καὶ ἰδοὺ οὐκ ἦν, καὶ ἐζήτησα αὐτόν, καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ. Περὶ ὑμῶν ταῦτα εἴρηκεν ὁ Προφήτης τῶν 494 ὑπασπιστῶν τῆς εἰδωλομανίας. μικρὸν γὰρ ὅσον ὅσον καὶ οὐ μὴ εὑρεθῇ ὁ τόπος ὑμῶν, ἀλλ', ὡς ἐκλείπει καπνός,