1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

64

Αὖθις δὲ ὁ βασιλεύς, Καὶ τίνα σὺ ἀμέλειαν ἠμέληκας; ἤρετο· τί δὲ τὸ περιέχον σε δέος; Ἐν τῇ περὶ τὸν κύριόν μου τὸν υἱόν σου ἀκριβείᾳ ἠμέληκα, ἔφη. πονηρὸς γὰρ ἄνθρωπος καὶ γόης ἐλθὼν ὡμίλησεν αὐτῷ τὰ τῆς θρησκείας τῶν Χριστιανῶν. εἶτα διηγεῖται κατὰ μέρος τῷ βασιλεῖ τὰ λαληθέντα παρὰ τοῦ γέροντος πρὸς τὸν υἱὸν αὐτοῦ, καὶ μεθ' ὅσης ἡδονῆς ἐκεῖνος τὸν λόγον ἐδέξατο, καὶ ὡς ὅλος τοῦ Χριστοῦ ἐγεγόνει. πρὸς δὲ καὶ τὴν κλῆσιν ἐδήλου τοῦ γέροντος, Βαρλαὰμ τοῦτον καλεῖσθαι εἰπών. ἀκηκόει γὰρ καὶ πρότερον ὁ βασιλεὺς τὰ περὶ τοῦ Βαρλαὰμ καὶ τῆς ἀκροτάτης ἀσκήσεως αὐτοῦ. ὡς δ' εἰς ἀκοὰς ταῦτα ἦλθε τῷ βασιλεῖ, κλόνῳ εὐθὺς ἐκ τῆς περιπε 324 σούσης αὐτῷ ἀθυμίας βάλλεται, καὶ θυμοῦ πληροῦται, μικροῦ καὶ ἀποπήγνυται τῷ ἀκούσματι. καὶ αὐτίκα προσκαλεῖται Ἀραχήν τινα οὕτω λεγόμενον, ὃς καὶ τῶν δευτερείων μετὰ τὸν βασιλέα ἠξιοῦτο, καὶ πρῶτος αὐτῷ ἐν πάσαις ταῖς ἀποκρύφοις συμβουλίαις ἐτύγχανεν· ἅμα δὲ καὶ τῆς ἀστρολογίας ἐπιστήμων ἦν ὁ ἀνήρ. πρὸς ὃν παραγενόμενον τὸ συμβὰν ὁ βασιλεὺς σὺν ἀθυμίᾳ πολλῇ καὶ ἀδημονίᾳ διηγεῖται. ὁ δέ, τὸν τάραχον αὐτοῦ καὶ τὴν σύγχυσιν τῆς ψυχῆς θεασάμενος, Ἀτάραχά σοι, φησί, ἔστω καὶ ἄλυπα, Ὦ βασιλεῦ· οὐκ ἀνέλπιστον γὰρ ἡμῖν ἔτι τὸ μεταπεσεῖν αὐτόν· ἀλλὰ καὶ λίαν βεβαιότατα γινώσκω θᾶττον αὐτὸν καὶ ἐξαρνήσασθαι τὴν τοῦ πλάνου ἐκείνου διδασκαλίαν, καὶ τῷ σῷ συνθέσθαι θελήματι. Τούτοις οὖν τοῖς ῥήμασι τὸν βασιλέα εἰς τὸ εὐθυμότερον ὁ Ἀραχὴς μεταβαλών, τῇ περὶ τὸ πρᾶγμα διασκέψει μελέτην ἐποιοῦντο. Καὶ τοῦτο, φησίν, ὦ βασιλεῦ, πρὸ πάντων ποιήσωμεν· καταλαβεῖν σπεύσωμεν τὸν δεινὸν Βαρλαάμ. καὶ εἰ τούτου ἐπιτύχωμεν, οὐκ ἀστοχήσομεν, εὖ οἶδα, τοῦ σκοποῦ, οὐδὲ ψευσθησόμεθα τῆς ἐλπίδος. ἀλλ' ἐκεῖνος αὐτός, ἢ ῥήμασι πιθανοῖς ἢ βασάνων ὀργάνοις πολυειδέσι πεισθείς, ἄκων ἂν ὁμολογήσειε ψευδῆ καὶ πεπλανημένα φάσκειν, καὶ τὸν κύριόν μου καὶ υἱόν σου τοῦ πατρῴου ἔχεσθαι μεταπείσειε δόγματος. εἰ δὲ ἐκεῖνον μὲν καταλαβεῖν οὐ δυνηθείημεν, ἕτερον ἐγὼ ἐπίσταμαι πρεσβύτην μονερημίτην, Ναχὼρ καλούμενον, ὅμοιον τῷ Βαρλαὰμ κατὰ πάντα, ὃν οὐκ ἔστι διαγνῶναι μὴ ἐκεῖνον ὑπάρχειν, τῆς ἡμετέρας 326 δόξης ὄντα, καὶ διδάσκαλον ἐμὸν ἐν τοῖς μαθήμασι γενόμενον. τούτῳ ὑπαγορεύσας ἐγώ, νύκτωρ ἀπελθών, πάντα κατὰ μέρος ἀφηγήσομαι. εἶτα, κρατηθῆναι τὸν Βαρλαὰμ διαφημήσαντες, τοῦτον παραστησόμεθα· ὃς καὶ Βαρλαὰμ ἑαυτὸν ὀνομάσας, τὰ τῶν Χριστιανῶν πρεσβεύειν προσποιήσεται, καὶ τούτους διεκδικῶν φανήσεται. εἶτα, μετὰ πολλὴν διάλεξιν ἡττώμενος, κατὰ κράτος ἐκνικηθήσεται. καὶ ταῦτα ὁ τοῦ βασιλέως υἱὸς θεώμενος, ὡς ὁ Βαρλαὰμ μὲν ἡττήθη, τὰ δὲ ἡμέτερα ὑπερνικᾷ, τοῖς νικῶσι πάντως συνθήσεται· μέγα πρὸς τούτοις καὶ τὸ τὴν σὴν αἰδεῖσθαι βασιλείαν καὶ τὰ σοὶ κεχαρισμένα ποιεῖν τιθέμενος. ἐπιστραφήσεται γὰρ καὶ ὁ τὸ προσωπεῖον τοῦ Βαρλαὰμ ὑποδύς, καὶ πεπλανῆσθαι αὐτὸν διαβεβαιώσειε. Ἥσθη ὁ βασιλεὺς ἐπὶ τοῖς λαληθεῖσι, καὶ ἄριστα βουλεύσασθαι ἔδοξε, κεναῖς ἐπερειδόμενος ἐλπίσιν. ἔνθεν τοι καὶ τὸν Βαρλαὰμ ἔναγχος μαθὼν ὑποχωρῆσαι, χειρώσασθαι ἔσπευδε. λόχοις οὖν καὶ λοχαγοῖς τῶν διεξόδων τὰς πλείους διειληφώς, μίαν δὲ τῶν ὁδῶν, ἣν πασῶν μᾶλλον ὑφωρᾶτο, αὐτός, ἵπποις ἐπιβάς, ἀνὰ κράτος ἐδίωκε, προκαταλαβεῖν αὐτὸν ἐκ παντὸς τρόπου διανοούμενος. ἐν ὅλαις δὲ ἓξ ἡμέραις κοπιάσας, μάτην τεταλαιπωρήκει. εἶτα, αὐτὸς μὲν ἔν τινι τῶν βασιλικῶν παλατίων ἐν τοῖς ἀγροῖς διακειμένῳ προσμείνας, τὸν Ἀραχὴν μετὰ ἱππέων οὐκ ὀλίγων ἕως αὐτῆς τῆς Σενααρίτιδος ἐρήμου ἐπὶ ζήτησιν ἀπέστειλε τοῦ Βαρλαάμ. καταλαβὼν δὲ ἐκεῖνος τὸν τόπον, πάντας τοὺς περιοίκους διετάραξε· καὶ τῶνδε μὴ ἑωρακέναι ποτὲ τὸν ἄνδρα 328 βεβαιωσαμένων, ἐπὶ τὰς ἐρήμους ὁ ἄρχων τοὺς εὐσεβεῖς θηρεύσων ἐξῄει. πολύ τε τῆς ἐρήμου διοδεύσας διάστημα, ὄρη τε περικυκλώσας καὶ ἀτριβεῖς φάραγγας πεζεύσας καὶ