1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

60

ὡς οἰκέτην πιστότατον καθυπηρετεῖν σοι παρεκελεύσατο. νυνὶ δὲ τὸν ἄνδρα τοῦτον τὸν ξένον συχνῶς ὁρῶν ὁμιλοῦντά σοι, δέδοικα μή ποτε τῆς τῶν Χριστιανῶν εἴη θρησκείας, πρὸς ἣν λίαν ἀπεχθῶς ὁ σὸς πατὴρ διάκειται· καὶ τῆς θανατηφόρου εὑρεθήσομαι ὑπεύθυνος ψήφου. εἴτε οὖν τῷ βασιλεῖ τὰ περὶ αὐτοῦ γνώρισον, εἴτε τοῦ λοιποῦ παῦσαι τούτῳ προσομιλεῖν· εἰ δὲ μή, ἔκβαλόν με τοῦ σοῦ προσώπου, ὡς ἂν μὴ μεμπτέος ὦ, καὶ ἄλλον αἴτησαι τὸν πατέρα σου ἀγαγεῖν ἐνταῦθα. Ὁ δὲ τοῦ βασιλέως υἱὸς ἔφη πρὸς αὐτόν· Τοῦτο πρὸ πάντων, ὦ Ζαρδάν, ποίησον. καθέσθητι σὺ ἔνδοθεν τοῦ παραπετάσματος, καὶ ἄκουσον τῆς αὐτοῦ πρός με ὁμιλίας· καὶ εἶθ' οὕτως λαλήσω σοι τί δεῖ ποιῆσαι. Μέλλοντος δὲ τοῦ Βαρλαὰμ εἰσελθεῖν πρὸς αὐτόν, εἰσήγαγε τὸν Ζαρδὰν ἐντὸς τοῦ παραπετάσματος, καὶ λέγει τῷ γέροντι· Ἀνακεφαλαίωσαί μοι τὰ τῆς ἐνθέου σου διδασκαλίας, ὡς ἂν κραταιότερον ἐμφυτευθῇ μου τῇ καρδίᾳ. ὑπολαβὼν δὲ ὁ Βαρλαὰμ πολλὰ περὶ Θεοῦ καὶ τῆς εἰς αὐτὸν εὐσεβείας ἐφθέγγετο, καὶ ὡς αὐτὸν μόνον δεῖ ἀγαπᾶν ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας, καὶ τὰς αὐτοῦ φυλάττειν ἐντολὰς φόβῳ τε καὶ πόθῳ. καὶ ὅτι αὐτός ἐστιν ὁ ποιητὴς ὁρατῶν τε πάντων καὶ ἀοράτων. ἐφ' οἷς καὶ τὴν τοῦ πρώτου ἀνθρώπου 304 διάπλασιν ὑπεμίμνησκε, τήν τε δοθεῖσαν αὐτῷ ἐντολὴν καὶ τὴν ταύτης παράβασιν, καὶ τὴν ἐπὶ τῇ παραβάσει τοῦ πλάσαντος καταδίκην. εἶτα καθεξῆς τὰ ἀγαθὰ ἀπηριθμεῖτο, ὧν ἀθετήσαντες τὴν ἐντολὴν ἑαυτοὺς ἀπεκλείσαμεν· καὶ αὖθις ἐμέμνητο τῶν λυπηρῶν, ὅσα μετὰ τὴν ἐκείνων ἀποτυχίαν κατέλαβεν ἀθλίως ἡμᾶς. ἐπὶ τούτοις τὰ τῆς φιλανθρωπίας ἐπῆγεν, ὅπως τῆς ἡμετέρας φροντίζων ὁ ∆ημιουργὸς σωτηρίας διδασκάλους ἀπέστειλε καὶ προφήτας τὴν τοῦ Μονογενοῦς κηρύττοντας σάρκωσιν· ἔπειτα καὶ τὴν ἐκείνου κάθοδον, τὴν ἐνανθρώπησιν, τὰς εὐεργεσίας, τὰ θαύματα, καὶ τὰ ὑπὲρ ἡμῶν τῶν ἀχαρίστων παθήματα, τὸν σταυρόν, τὴν λόγχην, τὸν ἑκούσιον θάνατον· τέλος, τὴν ἐπανόρθωσιν ἡμῶν, τὴν ἀνάκλησιν, τὴν εἰς τὸ πρῶτον ἀγαθὸν ἐπάνοδον· μετὰ ταῦτα, τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν βασιλείαν, τὴν ἀποκειμένην τοῖς φαύλοις βάσανον, τὸ μὴ σβεννύμενον πῦρ, τὸ μὴ λῆγον σκότος, τὸν ἀθάνατον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. ταῦτα διεξελθὼν καὶ εἰς ἠθικὴν διδασκαλίαν τὸν λόγον τελέσας, πολλά τε περὶ καθαρότητος βίου διαλεχθείς, καὶ τῆς τῶν παρόντων ματαιότητος καταγνούς, τὴν ἀθλιότητά τε τῶν τούτοις προστετηκότων διελέγξας, εἰς εὐχὴν κατέληξε. καὶ ἀπερίτρεπτον αὐτῷ ἐπευξάμενος καὶ ἀκλινῆ τὴν ὁμολογίαν τῆς ὀρθοδόξου πίστεως, ἀνεπίληπτόν τε τὸν βίον καὶ καθαρωτάτην τὴν πολιτείαν, ὁ μέν, τέλος ἐπιθεὶς τῇ εὐχῇ, πρὸς τὴν ξενίαν αὖθις ἀπῄει. 306 Ὁ δὲ τοῦ βασιλέως υἱός, τὸν Ζαρδὰν προσκαλεσάμενος καὶ τὴν αὐτοῦ γυμνάζων διάθεσιν, ἔφη· Ἤκουσας ὁποῖά μοι ὁ σπερμολόγος οὗτος διαλέγεται, ἀπατῆσαί με ταῖς κεναῖς αὐτοῦ πιθανολογίαις πειρώμενος καὶ ἀποστερῆσαι τῆς τερπνῆς ταύτης εὐφροσύνης καὶ ἀπολαύσεως, καὶ ξένῳ λατρεῦσαι Θεῷ; ὁ δὲ Ζαρδάν· Τί σοι ἔδοξεν, ἔφη, ὦ βασιλεῦ, πειράζειν με τὸν σὸν οἰκέτην; οἶδα κατὰ βάθος εἰσδῦναί σου τῇ καρδίᾳ τοὺς λόγους τοῦ ἀνδρός· εἰ μὴ γὰρ τοῦτο ἦν, οὐκ ἂν αὐτῷ ἡδέως τε καὶ ἀδιαλείπτως ὡμίλεις. καί γε ἡμεῖς οὐκ ἀγνοοῦμεν τουτὶ τὸ κήρυγμα· ἀλλ' ἐξ ὅτου ὁ σὸς πατὴρ διωγμὸν ἄσπονδον κατὰ τῶν Χριστιανῶν ἐξήγειρεν, ἀπηλάθησαν αὐτοὶ τῶν ἐντεῦθεν, καὶ ἐσίγησε τὸ κήρυγμα αὐτῶν. εἰ δὲ νῦν ἀρεστόν σοι τὸ δόγμα κατεφάνη καὶ τὸ σκληρὸν αὐτοῦ καὶ ἐπίπονον ἀναδέξασθαι ἰσχύεις, κατευθυνθείη σου τὰ θελήματα εἰς τὸ ἀγαθόν. ἐγὼ δὲ τί ποιήσω, πρὸς μὲν τὴν τοιαύτην σκληρότητα μηδ' ἀντοφθαλμῆσαι δυνάμενος, τῷ δὲ φόβῳ τοῦ βασιλέως τὴν ψυχὴν ἐν ὀδύναις καὶ ἀλγηδόσι μεριζόμενος; τί ἀπολογήσομαι αὐτῷ, ἀμελῶς τοῖς αὐτοῦ διατεθεὶς προστάγμασι, καὶ τῷ ἀνδρὶ τούτῳ τῆς