1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

30

ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια, ἁγιασμὸς ψυχῆς καὶ σώματος, ταπείνωσις καρδίας καὶ συντριβή, ἐλεημοσύνη, ἀμνησικακία, φιλανθρωπία, ἀγρυπνία, μετάνοια ἀκριβὴς πάντων τῶν προγεγονότων σφαλμάτων, δάκρυον κατανύξεως, πένθος ὑπέρ τε τῶν ἰδίων ἁμαρτιῶν καὶ τῶν τοῦ πλησίον, καὶ τὰ τούτοις ὅμοια, ἅτινα, ὥσπερ τινὲς βαθμίδες καὶ κλίμακες ἀλλήλων ἐχόμεναι καὶ ὑπ' ἀλλήλων συγκροτούμεναι, εἰς οὐρανὸν τὴν ψυχὴν ἀναφέρουσιν. ἰδοὺ τούτων ἐντετάλμεθα, μετὰ τὸ βάπτισμα, ἀντέχεσθαι, τῶν δ' ἐναντίων ἀπέχεσθαι. Εἰ δὲ μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, τῶν προτέρων αὖθις ἐπιληψόμεθα νεκρῶν ἔργων, καὶ ὡς κύων ἐπὶ τὸν ἴδιον ἔμετον ἐπιστρέψομεν, συμβήσεται ἡμῖν τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον. Ὅταν γάρ, φησί, τὸ ἀκάθαρτον Πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου (τῇ χάριτι δηλαδὴ τοῦ βαπτίσματος), διέρχεται δι' ἀνύδρων τόπων, ζητοῦν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· μὴ φέρον δὲ ἐπὶ πολὺ ἄοικον καὶ ἀνέστιον περιπλανᾶσθαι, λέγει· Ἐπιστρέψω εἰς τὸν οἶκόν μου, ὅθεν ἐξῆλθον. καί, ἐλθόν, εὑρίσκει σεσαρωμένον καὶ κεκοσμημένον, κενὸν δὲ καὶ σχολάζοντα, μὴ ὑποδεξάμενον τὴν ἐργασίαν τῆς χάριτος, μηδὲ 150 πληρώσαντα ἑαυτὸν τῷ πλούτῳ τῶν ἀρετῶν. τότε πορεύεται καὶ λαμβάνει μεθ' ἑαυτοῦ ἕτερα ἑπτὰ Πνεύματα πονηρότερα ἑαυτοῦ· καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. τὸ γὰρ βάπτισμα τῶν μὲν προημαρτημένων πάντων τὰ χειρόγραφα, τῷ ὕδατι ἐνθάπτον, παντελεῖ ἀφανισμῷ παραδίδωσι, καὶ εἰς τὸ ἑξῆς τεῖχος ἡμῖν ἐστιν ἀσφαλὲς καὶ προπύργιον καὶ ὅπλον κραταιὸν εἰς τὴν τοῦ ἐχθροῦ παράταξιν· οὐ μὴν δὲ ἀναιρεῖ τὸ αὐτεξούσιον, οὔτε τῶν μετὰ τὸ βάπτισμα ἁμαρτανομένων ἔχει συγχώρησιν, οὔτε δευτέρας κολυμβήθρας κατάδυσιν. ἓν γὰρ ὁμολογοῦμεν βάπτισμα· καὶ χρὴ πάσῃ φυλακῇ τηρεῖν ἑαυτούς, μὴ δευτέροις ἐμπεσεῖν μολυσμοῖς, ἀλλὰ τῶν ἐντολῶν ἐπιλαβέσθαι τοῦ Κυρίου εἰπὼν γὰρ πρὸς τοὺς Ἀποστόλους, Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, οὐ μέχρι τούτου ἔστη· ἀλλὰ προσέθετο, ∆ιδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Ἐνετείλατο δὲ πτωχοὺς μὲν εἶναι τῷ πνεύματι, οὓς μακαρίζει καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξίους ἀποκαλεῖ. εἶτα πενθεῖν ἐν τῷ παρόντι ὑποτίθεται βίῳ, ἵνα τῆς μελλούσης παρακλήσεως ἀξιωθῶμεν, πραεῖς τε εἶναι καὶ ἀεὶ πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην, ἐλεήμονάς τε καὶ εὐμεταδότους, οἰκτίρμονας καὶ συμπαθεῖς, καθαροὺς τῇ καρδίᾳ, ἀπεχομένους ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος, εἰρηνοποιοὺς πρός τε τοὺς πλησίον καὶ πρὸς τὴν 152 ἑαυτῶν ψυχήν, ὑποτάξαντας δηλονότι τὸ χεῖρον τῷ κρείττονι καὶ τὸν μεταξὺ αὐτῶν διηνεκῆ πόλεμον ὀρθῇ κρίσει εἰρηνοποιήσαντας, ὑπομένειν τε πάντα διωγμὸν καὶ πᾶσαν θλῖψιν καὶ ὀνειδισμόν, ἕνεκεν δικαιοσύνης ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἡμῖν ἐπαγόμενον, ἵνα τῆς αἰωνίου χαρᾶς ἐν τῇ λαμπρᾷ τῶν δώρων διανομῇ ἀξιωθῶμεν. ἀλλὰ καὶ ἐν τῷ κόσμῳ οὕτως παρακελεύεται λάμπειν τὸ φῶς ἡμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι, φησί, τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁ μὲν γὰρ τοῦ Μωσέως νόμος, ὁ πάλαι δοθεὶς τοῖς Ἰσραηλίταις, Οὐ φονεύσεις, λέγει, οὐ μοιχεύσεις, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις· ὁ δὲ Χριστός φησιν, ὅτι Πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῆ, ἔνοχος ἔσται τῇ κρίσει. ὃς δ' ἂν εἴπῃ, Μωρέ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός· καὶ ὅτι, Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ ἀπελθὼν πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου· καὶ ὅτι Πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη