1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

10

ἐλπίζοντες εὑρεῖν ἐκεῖθεν, δυσαποσπάστως ἔχουσι τῶν παρόντων, καὶ διὰ τοῦτο δεδοίκασι θάνατον; ἡμεῖς δὲ οἱ πάλαι μισήσαντες κόσμον καὶ τὰ ἐν κόσμῳ, καὶ τὴν στενὴν καὶ τεθλιμμένην διὰ Χριστὸν βαδίζοντες ὁδόν, οὔτε θάνατον δεδοίκαμεν, οὔτε τὰ παρόντα ποθοῦμεν, ἀλλὰ τῶν μελλόντων ἐφιέμεθα μόνον. ἐπεὶ οὖν ὁ παρ' ὑμῶν ἐπαγόμενος ἡμῖν θάνατος διαβατήριον γίνεται τῆς 48 ἀϊδίου ζωῆς καὶ κρείττονος, ποθητὸς ἡμῖν μᾶλλον ἢ φοβερός ἐστιν οὗτος. Ἐφ' οἷς ἐξ ἀγχινοίας δῆθεν ὁ βασιλεὺς ἐπιλαβέσθαι τῶν μοναχῶν βουλόμενος, ἔφη· Τί δέ; οὐ πρὸ μικροῦ εἴπατε ὑποχωρεῖν ὑμᾶς, καθὰ δὴ καὶ προσέταξα; καί, εἰ οὐ δεδοίκατε τὸν θάνατον. πῶς φυγῇ ἐχρήσασθε; ἰδοὺ καὶ ταῦτα μάτην κομπάζοντες διεψεύσασθε. ἀπεκρίθησαν οἱ μοναχοί· Οὐ τὸν παρὰ σοῦ ἀπειλούμενον θάνατον δεδοικότες φεύγομεν, ἀλλ' ἐλεοῦντές σε, ἵνα μὴ περισσοτέρας κατακρίσεως αἴτιοί σοι γενώμεθα, προεθυμήθημεν ὑποχωρεῖν· ἐπεί, τό γε εἰς ἡμᾶς ἧκον, οὐδόλως σου τὰς ἀπειλάς ποτε δειλιῶμεν. πρὸς ταῦτα ὁ βασιλεὺς ὀργισθεὶς ἐκέλευσεν αὐτοὺς πυρικαύστους γενέσθαι· καὶ ἐτελειώθησαν οἱ τοῦ Χριστοῦ θεράποντες διὰ πυρός, τῶν μαρτυρικῶν τυχόντες στεφάνων. δόγμα τε ἐξέθετο, εἴ πού τις εὑρεθῇ μονάζων, ἀνεξετάστως φονεύεσθαι. καὶ οὐδεὶς ὑπελείφθη ἐν ἐκείνῃ τῇ χώρᾳ τοῦ τοιούτου τάγματος, εἰ μὴ οἱ ἐν ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς ἑαυτοὺς κατακρύψαντες. ταῦτα μὲν οὖν δὴ τοιαῦτα. ῃ Ὁ δὲ τοῦ βασιλέως υἱός, περὶ οὗ ὁ λόγος ἀπ' ἀρχῆς εἰπεῖν ὥρμηται, ἐν τῷ κατασκευασθέντι αὐτῷ παλατίῳ ἀπρόϊτος ὤν, τῆς ἐφήβου ἥψατο ἡλικίας, πᾶσαν τὴν Αἰθιόπων καὶ Περσῶν μετελθὼν παιδείαν, οὐκ ἔλαττον τὴν ψυχὴν ἢ τὸ σῶμα εὐφυὴς ὢν καὶ ὡραῖος, νουνεχής τε καὶ 50 φρόνιμος καὶ πᾶσι διαλάμπων ἀγαθοῖς πλεονεκτήμασι, ζητήματά τε φυσικὰ πρὸς τοὺς διδάσκοντας αὐτὸν προβαλλόμενος, ὡς κἀκείνους θαυμάζειν ἐπὶ τῇ τοῦ παιδὸς ἀγχινοίᾳ καὶ συνέσει, ἐκπλήττεσθαι δὲ καὶ τὸν βασιλέα τό τε χαριέστατον τοῦ προσώπου καὶ τὸ τῆς ψυχῆς κατάστημα. ἐντολάς τε ἐδίδου τοῖς συνοῦσιν αὐτῷ, μηδὲν τὸ παράπαν τῶν τοῦ βίου ἀνιαρῶν αὐτῷ γνώριμον θεῖναι, μηδ' ὅτι ὅλως θάνατος τὰ παρόντα τερπνὰ διαδέχεται. κεναῖς δὲ ἐπηρείδετο ἐλπίσι, καί, τοῦτο δὴ τὸ τοῦ λόγου, εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν. πῶς γὰρ ἂν καὶ διέλαθεν ἀνθρωπίνῃ φύσει ὁ θάνατος; οὐ μέντοι οὐδὲ τῷ παιδὶ διέλαθε. πάσῃ γὰρ συνέσει κατάκομον ἔχων ἐκεῖνος τὸν λογισμόν, ἐσκόπει καθ' ἑαυτὸν τίνι λόγῳ αὐτόν τε ἀπρόϊτον εἶναι ὁ πατὴρ κατεδίκασε καὶ παντὶ τῷ βουλομένῳ τὴν εἰς αὐτὸν οὐ συγχωρεῖ εἴσοδον. ἔγνω γὰρ καθ' ἑαυτὸν μὴ ἄνευ τῆς τοῦ πατρὸς προσταγῆς τοῦτο εἶναι. ὅμως ᾐδεῖτο ἐρωτῆσαι αὐτόν· τοῦτο μὲν ἀπίθανον εἶναι λέγων, μὴ τὰ συμφέροντα αὐτῷ τὸν πατέρα διανοεῖσθαι, τοῦτο δὲ σκοπῶν, ὡς, εἰ κατὰ γνώμην τοῦ πατρός ἐστι τὸ πρᾶγμα, κἂν ἐρωτήσῃ, οὐκ ἂν αὐτῷ τὰ τῆς ἀληθείας γνωριεῖ. ὅθεν παρ' ἄλλων, καὶ μὴ παρὰ τοῦ πατρός, ταῦτα μαθεῖν διέγνω. ἕνα δὲ τῶν παιδαγωγῶν προσφιλέστατον καὶ οἰκειότατον τῶν λοιπῶν κεκτημένος, ἐπὶ πλεῖον οἰκειωσάμενος καὶ δωρεαῖς φιλοτίμοις δεξιωσάμενος, ἐπυνθάνετο παρ' αὐτοῦ τί ἂν βούλοιτο τῷ βασιλεῖ ἡ ἐν τῷ περιτειχίσματι ἐκείνῳ τούτου κάθειρξις, καὶ ὡς Εἰ τοῦτο, φησί, σαφῶς διδάξεις με, πρόκριτος πάντων ἔσῃ μοι, καὶ διαθήκην φιλίας διηνεκοῦς 52 διαθήσομαί σοι. ὁ δὲ παιδαγωγός, ἐχέφρων καὶ αὐτὸς ὑπάρχων, καὶ εἰδὼς τὴν τοῦ παιδὸς συνετὴν καὶ τελείαν φρόνησιν, καὶ ὡς οὐκ ἂν αὐτῷ γένοιτο κινδύνου πρόξενος, πάντα αὐτῷ κατὰ μέρος διηγήσατο, τὸν κατὰ τῶν Χριστιανῶν τεθέντα παρὰ τοῦ βασιλέως διωγμὸν καὶ ἐξαιρέτως κατὰ τῶν ἀσκητῶν, ὅπως τε ἀπηλάθησαν καὶ ἐξεβλήθησαν τῆς περιχώρου ἐκείνης, οἷά τε γεννηθέντος