1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

76

χχῃι Τούτων ἀκούσας ὁ βασιλεὺς τῶν ῥημάτων, καὶ τὸ στερέμνιον καὶ ἀνένδοτον ἰδὼν τοῦ παιδὸς μήτε κολακείαις εἴκοντος μήτε λόγων πειθοῖ, μὴ τιμωριῶν ἀπειλαῖς, ἐθαύμαζε μὲν ἐπὶ τῇ πιθανότητι τοῦ λόγου καὶ ταῖς ἀναντιρρήτοις ἀποκρίσεσιν, ἠλέγχετο δὲ ὑπὸ τοῦ συνειδότος, ἀληθῆ λέγειν αὐτὸν καὶ δίκαια ὑποδεικνύοντος· ἀλλ' ἀνθείλκετο ὑπὸ τῆς πονηρᾶς συνηθείας καὶ τῶν ἐν ἕξει βεβαιωθέντων ἐν αὐτῷ παθῶν, ὑφ' ὧν ὡς ἐν κημῷ κατείχετο καὶ χαλινῷ, τῷ φωτὶ μὴ συγχωρούμενος προσβλέψαι τῆς ἀληθείας. ὅθεν πάντα λίθον, τὸ τοῦ λόγου, κινῶν, εἴχετο τοῦ πάλαι σκοποῦ, τὴν προμελετηθεῖσαν αὐτῷ μετὰ τοῦ Ἀραχῆ σκῆψιν εἰς ἔργον ἀγαγεῖν 386 βουλόμενος. καί φησι τῷ παιδί; Ἔδει μέν σε, ὦ τέκνον, τοῖς ἐμοῖς ἁπλῶς εἴκειν ἐν πᾶσι προστάγμασιν· ἀλλ' ἐπεί, σκληρὸς ὢν καὶ ἀπειθής, ἰσχυρῶς οὕτως ἀντέστης μοι, τὴν ἰδίαν ἐνιστάμενος γνώμην κυριωτέραν πάντων ποιήσασθαι, δεῦρο δὴ τῇ ματαίᾳ ἐνστάσει χαίρειν ἄμφω εἰπόντες, πειθοῖ πολιτευσώμεθα. καὶ ἐπεὶ ὁ σὲ ἀπατήσας Βαρλαὰμ σιδηροδέσμιος παρ' ἐμοὶ τυγχάνει, ἐκκλησιάσας ἐκκλησίαν μεγάλην, καὶ πάντας ἡμετέρους τε καὶ Γαλιλαίους ἐπὶ τὸ αὐτὸ συγκαλέσας, κήρυκάς τε διαρρήδην βοᾶν θεσπίσας τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι, ἀλλ' ἀφόβως πάντας συνεισελθεῖν, κοινῇ διασκεψώμεθα γνώμῃ. καὶ ἤ, πείσαντες, ὑμεῖς μετὰ τοῦ ὑμετέρου Βαρλαὰμ τεύξεσθε ὧν ἐσπουδάκατε· ἤ, πεισθέντες, σὺν ἑκουσίᾳ τῇ γνώμῃ τοῖς προστάγμασί μου ὑπείκειν προθυμηθείητε. Ὁ δὲ φρόνιμος τῷ ὄντι καὶ ἐχέφρων νεανίας, διὰ τοῦ θεόθεν αὐτῷ ἐμφανισθέντος ὁράματος τὴν τοῦ βασιλέως προδεδιδαγμένος σκαιωρίαν, ἔφη· Τὸ θέλημα τοῦ Κυρίου γενέσθω, καὶ ἔστω καθὼς ἐκέλευσας· αὐτὸς γὰρ ὁ ἀγαθὸς Θεὸς καὶ ∆εσπότης δῴη τῆς εὐθείας μὴ πλανηθῆναι ἡμᾶς· ἐπ' αὐτῷ γὰρ πέποιθεν ἡ ψυχή μου, καὶ αὐτὸς ἐλεήσει με. τότε δὴ τότε κελεύει ὁ βασιλεὺς πάντας ἀθροίζεσθαι εἰδωλολάτρας τε καὶ Χριστιανούς, γραμμάτων μὲν πανταχοῦ διαπεφοιτηκότων, κηρύκων τε ἀνὰ πάσας τὰς κωμοπόλεις βοώντων τοῦ μηδένα τῶν Χριστιανῶν δεδοικέναι ὥστε ἀδόκητόν τι ὑποστῆναι, ἀλλ' ἀδεῶς πάντας καθ' ἑταιρείαν καὶ συγγένειαν ἐπὶ τὸ αὐτὸ συνελθεῖν ἐπὶ φιλαλήθει καὶ οὐ βεβιασμένῃ συζητήσει, 388 μετὰ τοῦ ἐξάρχου καὶ καθηγεμόνος αὐτῶν μελλούσῃ γενέσθαι Βαρλαάμ. ὡσαύτως δὲ καὶ τοὺς μύστας καὶ νεωκόρους τῶν εἰδώλων καὶ σοφοὺς τῶν Χαλδαίων καὶ Ἰνδῶν, τοὺς κατὰ πᾶσαν τὴν ὑπ' αὐτὸν ἀρχὴν ὄντας, συνεκαλέσατο, καί τινας οἰωνοσκόπους καὶ γόητας καὶ μάντεις, ὅπως ἂν Χριστιανῶν περιγένοιντο. Καὶ δὴ συνῆλθον πρὸς τὸν βασιλέα πλῆθος πολὺ τῆς μυσαρᾶς αὐτοῦ θρησκείας· Χριστιανῶν δὲ εἷς εὑρέθη μόνος εἰς βοήθειαν ἐλθὼν τοῦ νομιζομένου Βαρλαάμ, ὀνόματι Βαραχίας. οἱ μὲν γὰρ τῶν πιστῶν θανόντες ἦσαν ὑπὸ τῆς τῶν κατὰ πόλιν ἀρχόντων μανίας κατασφαγέντες· οἱ δὲ ἐν ὄρεσιν ἀπεκρύπτοντο καὶ σπηλαίοις τῷ φόβῳ τῶν ἐπικειμένων δεινῶν. ἄλλοι δὲ ἐδεδοίκεισαν τὴν ἀπειλὴν τοῦ βασιλέως, καὶ οὐκ ἐτόλμων ἑαυτοὺς εἰς φῶς ἀγαγεῖν· ἀλλὰ νυκτερινοὶ ἦσαν θεοσεβεῖς, ἐν τῷ λεληθότι τῷ Χριστῷ λατρεύοντες καὶ μηδαμῶς παρρησιαζόμενοι. ἐκεῖνος δὲ μόνος, γενναῖος ὢν τὴν ψυχήν, εἰς συναγωνισμὸν ἦλθε τῆς ἀληθείας. Προκαθίσας τοίνυν ὁ βασιλεὺς ἐπὶ βήματος ὑψηλοῦ τε καὶ μετεώρου, συνεδριάζειν αὐτῷ τὸν υἱὸν ἐκέλευσεν. ὁ δέ, τῇ πρὸς τὸν πατέρα εὐλαβείᾳ καὶ τιμῇ τοῦτο μὴ θελήσας ποιῆσαι, ἐπὶ τῆς γῆς πλησίον αὐτοῦ ἐκάθισε. παρέστησαν τοίνυν οἱ ἐπιστήμονες τῆς μωρανθείσης παρὰ τοῦ Θεοῦ σοφίας, ὧν ἐπλανήθη ἡ ἀσύνετος καρδία, καθώς φησιν ὁ Ἀπόστολος· ∆οκοῦντες γὰρ εἶναι σοφοὶ ἐμωράνθησαν, καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι θνητῶν ἀνθρώπων καὶ τετραπόδων καὶ ἑρπετῶν. οὗτοι συνῆλθον συνᾶραι 390 λόγον πρὸς τὸν