1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

117

δοὺς ἐν φιλήματι ἁγίῳ, τῷ τύπῳ τε τοῦ σταυροῦ ἑαυτὸν ἐπισφραγισάμενος, καὶ τοὺς πόδας ἐξάρας, καὶ λίαν περιχαρὴς γενόμενος, ὥσπερ τινῶν ἐπιδημησάντων φίλων, πρὸς τὴν μακαρίαν ἀπῆλθε πορείαν, πρὸς τὴν ἐκεῖθεν διελθὼν γεροδοσίαν, πρεσβύτης ὢν καὶ πλήρης ἡμερῶν τῶν τοῦ πνεύματος. χλ Ὁ δὲ Ἰωάσαφ, περιχυθεὶς τῷ πατρὶ μεθ' ὅσης ἂν εἴποις τῆς εὐλαβείας καὶ οἰμωγῆς, δάκρυσί τε τὸ λείψανον λούσας, καὶ τῷ τριχίνῳ ῥακίῳ, ὅπερ 598 αὐτὸς ἐν τῷ παλατίῳ παρέσχεν, περιελίξας, τοὺς νενομισμένους ἐπιλέγει ψαλμούς, διὰ πάσης τῆς ἡμέρας καὶ τῆς νυκτὸς ὅλης ψάλλων ἅμα καὶ δάκρυσι τὸ τίμιον τοῦ μάκαρος βρέχων σῶμα. τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ, τάφον ποιήσας ἐχόμενον τοῦ σπηλαίου, καὶ εὐλαβῶς ἄγαν τὸ ἱερὸν λείψανον διαβαστάσας, ἐν τῷ μνήματι κατέθετο τὸν πνευματικὸν πατέρα ὁ καλὸς υἱὸς καὶ τιμιώτατος. καὶ θερμότερον ἐκκαυθεὶς τὴν ψυχήν, εἰς ἐκτενεστέραν τε συντείνας εὐχὴν ἑαυτόν, ἔφη· Κύριε, ὁ Θεός μου, εἰσάκουσον τῆς φωνῆς μου ἧς ἐκέκραξα· ἐλέησόν με καὶ εἰσάκουσόν μου, ὅτι σε ἐκ καρδίας μου ζητῶ. ἐξεζήτησέ σε ἡ ψυχή μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ μὴ ἐκκλίνῃς ἐν ὀργῇ ἀπὸ τοῦ δούλου σου. βοηθός μου γενοῦ· μὴ ἀποσκορακίσῃς με, καὶ μὴ ἐγκαταλίπῃς με, ὁ Θεὸς ὁ Σωτήρ μου, ὅτι ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· σὺ δέ, Κύριε, προσλαβοῦ με. νομοθέτησόν με, Κύριε, ἐν τῇ ὁδῷ σου, καὶ ὁδήγησόν με ἐν τρίβῳ εὐθείᾳ, ἕνεκα τῶν ἐχθρῶν μου. μὴ παραδῷς με εἰς ψυχὰς θλιβόντων με, ὅτι ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας, ἀπὸ γαστρὸς μητρός μου Θεός μου εἶ σύ· μὴ ἀποστῇς ἀπ' ἐμοῦ, ὅτι πλὴν σοῦ οὐκ ἔστιν ὁ βοηθῶν μοι. ἰδοὺ γὰρ εἰς τὸ πέλαγος τῶν οἰκτιρμῶν σου τὴν ἐλπίδα ἐθέμην τῆς ψυχῆς μου· κυβέρνησόν μου τὴν ζωήν, ὁ πᾶσαν τὴν κτῆσιν ἀρρήτῳ σοφίας προνοίᾳ κυβερνῶν, καὶ γνώρισόν μοι ὁδὸν ἐν ᾗ πορεύσομαι. καὶ σῶσόν με, ὡς ἀγαθὸς Θεὸς καὶ φιλάνθρωπος, εὐχαῖς καὶ πρεσβείαις τοῦ θεράποντός σου Βαρλαάμ, ὅτι σὺ εἶ ὁ Θεός μου, καὶ σὲ δοξάζω τὸν Πατέρα, 600 καὶ τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. Ταῦτα εὐξάμενος, πλησίον τοῦ μνήματος ἐκάθισε κλαίων. καὶ καθεζόμενος ὕπνωσε. καὶ ὁρᾷ τοὺς φοβεροὺς ἄνδρας ἐκείνους, οὓς καὶ πρότερον ἑωράκει, ἐλθόντας πρὸς αὐτόν, καὶ ἀπαγαγόντας αὐτὸν εἰς τὴν μεγίστην καὶ θαυμαστὴν ἐκείνην πεδιάδα, καὶ πρὸς τὴν δεδοξασμένην καὶ ὑπέρλαμπρον εἰσαγαγόντες πόλιν. εἰσερχομένῳ δὲ αὐτῷ τὴν πύλην ἕτεροι ὑπήντουν πολλῷ κατηγλαϊσμένοι φωτί, στεφάνους ἔχοντες ἐν χερσὶν ἀρρήτῳ διαλάμποντας κάλλει καὶ οἵους ὀφθαλμοὶ οὐδέποτε βρότειοι ἐθεάσαντο. ἐρομένου δὲ τοῦ Ἰωάσαφ, Τίνος οἱ στέφανοι τῆς δόξης οἱ ὑπέρλαμπροι, οὓς ὁρῶ; Σὸς μὲν ὁ εἷς, ἔφησαν, ὑπὲρ τῶν πολλῶν σοι ψυχῶν ὧν ἔσωσας κατασκευασθείς, κοσμηθεὶς δὲ νυνὶ πλέον ὑπὲρ τῆς ἀσκήσεως ᾗ μετέρχῃ, εἴπερ ἀνδρείως ταύτην ἕως τέλους διέλθῃς· ὁ δὲ ἕτερος σὸς μὲν καὶ αὐτός· ἀλλὰ τῷ πατρί σου δεῖ σε τοῦτον παρασχεῖν, τῷ διὰ σοῦ τῆς ὁδοῦ ἐκκλίναντι τῆς πονηρᾶς καὶ μετανοήσαντι γνησίως τῷ Κυρίῳ. ὁ δὲ Ἰωάσαφ δυσχεραίνοντι ἐῴκει· καί, Πῶς δυνατόν, φησίν, ἴσων ἐμοῦ, τοῦ τοσαῦτα κοπιάσαντος, τυχεῖν τὸν πατέρα μου δωρεῶν ὑπὲρ μόνης τῆς μετανοίας; εἶπε ταῦτα, καὶ τὸν Βαρλαὰμ εὐθὺς ἐδόκει βλέπειν ὀνειδίζοντα οἱονεὶ καὶ λέγοντα· Οὗτοι οἱ λόγοι μου, Ἰωάσαφ, οὕς ποτέ σοι, Ὅταν ὑπερπλουτήσῃς, ἔλεγον, οὐκ εὐμετάδοτος ἔσῃ· καὶ αὐτὸς ἠπόρεις ἐπὶ τῷ ῥήματι. νυνὶ δὲ πῶς ἐδυσχέρανας ἐπὶ τῇ ἰσοτιμίᾳ τοῦ πατρός σου, καὶ οὐ μᾶλλον εὐφράνθης τὴν ψυχὴν ὅτι 602 εἰσηκούσθη σου ἡ πολλὴ περὶ αὐτοῦ δέησις; ὁ δὲ Ἰωάσαφ, ὡς εἴθιστο ἀεὶ λέγειν αὐτῷ, Συγχώρησον, ἔφη, Πάτερ, συγχώρησον. ποῦ δὲ αὐτὸς οἰκεῖς γνώρισόν μοι. Ἐν ταύτῃ, φησί, τῇ μεγάλῃ καὶ περικαλλεῖ πόλει· οἰκεῖν ἔλαχον ἐν μεσαιτάτῃ τῆς