1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

7

ιιι Ἐν αὐτῇ δὲ τῇ τῶν γενεθλίων τοῦ παιδὸς ἑορτῇ συνῆλθον πρὸς τὸν βασιλέα ἐξ ἐπιλογῆς ἄνδρες ὡσεὶ πεντηκονταπέντε, περὶ τὴν ἀστροθεάμονα τῶν Χαλδαίων ἐσχολακότες σοφίαν. καὶ τούτους ἐγγυτάτω παραστησάμενος ὁ βασιλεὺς ἀνηρώτα ἐξειπεῖν ἕκαστον τί μέλλει ἔσεσθαι τὸ γεννηθὲν αὐτῷ παιδίον. οἱ δέ, πολλὰ διασκεψάμενοι, ἔλεγον μέγαν αὐτὸν ἔσεσθαι ἔν τε πλούτῳ καὶ δυναστείᾳ, καὶ ὑπερβάλλειν πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας. εἷς δὲ τῶν ἀστρολόγων, ὁ τῶν σὺν αὐτῷ πάντων διαφορώτατος, εἶπεν ὡς, Ἐξ ὧν με διδάσκουσιν ὁ τῶν ἀστέρων δρόμοι, ὦ βασιλεῦ, ἡ προκοπὴ τοῦ νυνὶ γεννηθέντος σοι παιδὸς οὐκ ἐν τῇ σῇ ἔσται βασιλείᾳ, ἀλλ' ἐν ἑτέρᾳ κρείττονι καὶ ἀσυγκρίτως ὑπερβαλλούσῃ. δοκῶ δὲ καὶ τῆς παρὰ σοῦ διωκομένης αὐτὸν ἐπιλαβέσθαι τῶν Χριστιανῶν θρησκείας, καὶ οὐκ ἔγωγε οἶμαι τοῦ σκοποῦ ἐκεῖνον καὶ τῆς ἐλπίδος ψευσθήσεσθαι. ταῦτα μὲν εἶπεν ὁ ἀστρολόγος, ὥσπερ ὁ πάλαι Βαλαάμ, οὐ τῆς ἀστρολογίας ἀληθευούσης, ἀλλὰ τοῦ Θεοῦ διὰ τῶν ἐναντίων τὰ τῆς ἀληθείας παραδεικνύντος, ὥστε πᾶσαν τοῖς ἀσεβέσι πρόφασιν περιαιρεθῆναι. Ὁ δὲ βασιλεύς, ὡς ἤκουσε ταῦτα, βαρέως τὴν ἀγγελίαν ἐδέξατο, λύπη δὲ τὴν εὐφροσύνην αὐτῷ διέκοπτεν. ἐν πόλει δὲ ὅμως ἰδιαζούσῃ 34 παλάτιον δειμάμενος περικαλλὲς καὶ λαμπρὰς οἰκίας φιλοτεχνήσας, ἐκεῖ τὸν παῖδα ἔθετο κατοικεῖν, μετὰ τὴν συμπλήρωσιν τῆς πρώτης αὐτῷ ἡλικίας, ἀπρόϊτόν τε εἶναι παρεκελεύσατο, παιδαγωγοὺς αὐτῷ καὶ ὑπηρέτας καταστήσας, νέους τῇ ἡλικίᾳ καὶ τῇ ὁράσει ὡραιοτάτους, ἐπισκήψας αὐτοῖς μηδὲν τῶν τοῦ βίου ἀνιαρῶν κατάδηλον αὐτῷ ποιήσασθαι, μὴ θάνατον, μὴ γῆρας, μὴ νόσον, μὴ πενίαν, μὴ ἄλλο τι λυπηρὸν καὶ δυνάμενον τὴν εὐφροσύνην αὐτῷ διακόπτειν, ἀλλὰ πάντα τὰ τερπνὰ καὶ ἀπολαυστικὰ προτιθέναι, ἵνα τούτοις ὁ νοῦς αὐτοῦ τερπόμενος καὶ ἐντρυφῶν μηδὲν ὅλως περὶ τῶν μελλόντων διαλογίζεσθαι ἰσχύσειε, μήτε μέχρι ψιλοῦ ῥήματος τὰ περὶ τοῦ Χριστοῦ καὶ τῶν αὐτοῦ δογμάτων ἀκούσειεν. τοῦτο γὰρ μάλιστα πάντων ἀποκρύψαι αὐτῷ διενοεῖτο, τὴν τοῦ ἀστρολόγου προαγόρευσιν ὑφορώμενος. εἴ τινα δὲ τῶν ὑπηρετούντων αὐτῷ νοσῆσαι συνέβη, τοῦτον μὲν θᾶττον ἐκβαλεῖν ἐκεῖθεν παρεκελεύετο, ἕτερον δὲ ἀντ' αὐτοῦ σφριγῶντα καὶ εὐεκτοῦντα ἐδίδου, ἵνα μηδὲν ὅλως ἀνώμαλον οἱ τοῦ παιδὸς ὀφθαλμοὶ θεάσαιντο. ὁ μὲν οὖν βασιλεὺς οὕτω ταῦτα διενοεῖτό τε καὶ ἐποίει· βλέπων γὰρ οὐχ ἑώρα, καὶ ἀκούων οὐ συνίει. Μαθὼν δέ τινας τῶν μοναζόντων ἔτι περισώζεσθαι, ὧν μηδὲ ἴχνος ὑπολελεῖφθαι ἐδόκει, θυμοῦ ὑπερεπίμπλατο καὶ ὀξύτατα κατ' αὐτῶν ἐκινεῖτο, κήρυκάς τε ἀνὰ πᾶσαν τὴν πόλιν καὶ τὴν χώραν ἐκέλευε διαθέειν, ἐκβοῶντας μηδαμοῦ τινὰ τὸ παράπαν μετὰ τρεῖς ἡμέρας τοῦ τῶν μοναζόντων τάγματος εὑρεθῆναι. εἰ δέ τινες εὑρεθεῖεν μετὰ 36 τὰς διωρισμένας ἡμέρας, τῷ διὰ πυρὸς καὶ ξίφους ὀλέθρῳ παραδοθήτωσαν· Οὗτοι γὰρ (φησίν) ἀναπείθουσι τὸν λαὸν ὡς Θεῷ προσέχειν τῷ ἐσταυρωμένῳ. ἐν δὲ τῷ μεταξὺ συνέβη καί τι τοιοῦτον, ἐφ' ᾧ ἐπὶ πλέον χαλεπαίνων ἦν ὁ βασιλεὺς καὶ κατὰ τῶν μοναζόντων ὀργιζόμενος. ιῃ Ἀνὴρ γάρ τις, τῶν ἐν τέλει τὰ πρῶτα φέρων, ἐν τοῖς βασιλείοις ἐτύγχανε, τὸν μὲν βίον ἐπιεικής, εὐσεβὴς δὲ τὴν πίστιν· καί, τὴν ἑαυτοῦ σωτηρίαν, ὡς οἷόν τε, ἐμπορευόμενος, λανθάνων ἦν διὰ τὸν φόβον τοῦ βασιλέως. ὅθεν τινές, τῆς εἰς τὸν βασιλέα παρρησίας τούτῳ βασκήναντες, διαβάλλειν αὐτὸν ἐμελέτων, καὶ τοῦτο αὐτοῖς διὰ φροντίδος ἦν. καὶ δή ποτε πρὸς θήραν ἐξελθόντι τῷ βασιλεῖ μετὰ τῆς συνήθους αὐτῷ δορυφορίας, εἷς ἦν τῶν συνθηρευτῶν καὶ ὁ ἀγαθὸς ἐκεῖνος ἀνήρ. περιπατοῦντι δὲ αὐτῷ κατὰ μόνας, ἐκ θείας τοῦτο συμβάν, ὡς οἶμαι, οἰκονομίας, εὑρίσκει ἄνθρωπον ἐν