1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

12

πολλαῖς, ἐρρικνωμένῳ μὲν τὸ πρόσωπον, παρειμένῳ δὲ τὰς κνήμας, συγκεκυφότι, καὶ ὅλως πεπολιωμένῳ, ἐστερημένῳ τοὺς ὀδόντας, καὶ ἐγκεκομμένα λαλοῦντι. ἔκπληξις οὖν αὐτὸν λαμβάνει· καὶ δὴ πλησίον τοῦτον ἀγαγὼν ἐπηρώτα μαθεῖν τὸ τῆς θέας παράδοξον. οἱ δὲ συμπαρόντες εἶπον· Οὗτος χρόνων ἤδη πλείστων ὑπάρχει, καὶ κατὰ μικρὸν μειουμένης αὐτῷ τῆς ἰσχύος, ἐξασθενούντων δὲ τῶν μελῶν, εἰς ἣν ὁρᾷς ἔφθασε ταλαιπωρίαν. Καὶ τί, φησί, τούτου τὸ τέλος; οἱ δὲ εἶπον αὐτῷ· 58 Οὐδὲν ἄλλο ἢ θάνατος αὐτὸν διαδέξεται. Ἀλλὰ καὶ πᾶσιν, ἔφη, τοῖς ἀνθρώποις τοῦτο πρόκειται; ἢ καὶ τοῦτο ἐνίοις αὐτῶν συμβαίνει; ἀπεκρίθησαν ἐκεῖνοι· Εἰ μὴ προλαβὼν ὁ θάνατος μεταστήσει τινὰ τῶν ἐντεῦθεν, ἀδύνατον, τῶν χρόνων προβαινόντων, μὴ εἰς ταύτης ἐλθεῖν τὴν πεῖραν τῆς τάξεως. καί φησιν ὁ παῖς· ἐν πόσοις οὖν ἔτεσι τοῦτο ἐπέρχεταί τινι; καὶ εἰ πάντως πρόκειται ὁ θάνατος, καὶ οὐκ ἔστι μέθοδος τοῦτον παραδραμεῖν, καὶ μηδὲ εἰς ταύτην ἐλθεῖν τὴν ταλαιπωρίαν; λέγουσιν αὐτῷ· Ἐν ὀγδοήκοντα μὲν ἢ καὶ ἑκατὸν ἔτεσιν εἰς τοῦτο τὸ γῆρας καταντῶσιν οἱ ἄνθρωποι, εἶτα ἀποθνήσκουσι, μὴ ἄλλως ἐνδεχομένου. χρέος γὰρ φυσικὸν ὁ θάνατός ἐστιν, ἐξ ἀρχῆς ἐπιτεθὲν τοῖς ἀνθρώποις, καὶ ἀπαραίτητος ἡ τούτου ἐπέλευσις. Ταῦτα πάντα ὡς εἶδέ τε καὶ ἤκουσεν ὁ συνετὸς ἐκεῖνος καὶ φρόνιμος νεανίας, στενάξας ἐκ βάθους καρδίας, ἔφη· Πικρὸς ὁ βίος οὗτος καὶ πάσης ὀδύνης καὶ ἀηδίας ἀνάπλεως, εἰ ταῦτα οὕτως ἔχει. καὶ πῶς ἀμεριμνήσει τις τῇ προσδοκίᾳ τοῦ ἀδήλου θανάτου, οὗ ἡ ἔλευσις οὐ μόνον ἀπαραίτητος, ἀλλὰ καὶ ἄδηλος, καθὼς εἴπατε, ὑπάρχει; καὶ ἀπῆλθε ταῦτα στρέφων ἐν ἑαυτῷ, καὶ ἀπαύστως διαλογιζόμενος, καὶ πυκνὰς ποιούμενος περὶ τοῦ θανάτου τὰς ὑπομνήσεις, πόνοις τε καὶ ἀθυμίαις ἐκ τούτου συζῶν καὶ ἄπαυστον ἔχων τὴν λύπην. ἔλεγε γὰρ ἐν ἑαυτῷ· Ἆρά ποτέ με ὁ θάνατος καταλήψεται; καὶ τίς ἔσται ὁ μνήμην μου ποιούμενος μετὰ θάνατον, τοῦ χρόνου πάντα τῇ λήθῃ παραδιδόντος; καὶ εἰ ἀποθανὼν εἰς τὸ μὴ ὂν διαλυθήσομαι; ἢ ἔστι τις ἄλλη βιοτὴ καὶ ἕτερος κόσμος; ταῦτα καὶ τὰ 60 τούτοις ὅμοια ἀπαύστως διενθυμούμενος ὠχριῶν κατετήκετο, κατ' ὄψιν δὲ τοῦ πατρός, ὅτε συνέβη τοῦτον ἀφικέσθαι, προσεποιεῖτο τὸ ἱλαρὸν καὶ ἄλυπον, μὴ βουλόμενος εἰς γνῶσιν τῷ πατρὶ τὰ αὐτῷ μελετώμενα ἐλθεῖν. ἐπόθει δὲ ἀκατασχέτῳ τινὶ πόθῳ καὶ ἐγλίχετο ἐντυχεῖν τινι τῷ δυναμένῳ τὴν αὐτοῦ πληροφορῆσαι καρδίαν, καὶ λόγον ἀγαθὸν ταῖς αὐτοῦ ἀκοαῖς ἐνηχῆσαι. Τὸν προμνημονευθέντα δὲ παιδαγωγὸν αὖθις ἐπηρώτα, εἴ πού τινα γινώσκει τὸν δυνάμενον αὐτῷ συμβαλέσθαι πρὸς τὸ ποθούμενον, καὶ τὸν νοῦν αὐτοῦ βεβαιῶσαι, δεινῶς ἰλιγγιῶντα ἐν τοῖς λογισμοῖς, καὶ μὴ δυνάμενον ἀποβαλέσθαι τὴν περὶ τούτων φροντίδα. ὁ δέ, τῶν προειρημένων πάλιν ἐπιμνησθείς, ἔλεγεν· Εἶπόν σοι καὶ πρότερον ὅπως ὁ πατήρ σου τοὺς σοφοὺς ἐκείνους καὶ ἀσκητὰς ἀεὶ περὶ τῶν τοιούτων φιλοσοφοῦντας, οὓς μὲν ἀνεῖλεν, οὓς δὲ μετ' ὀργῆς ἐδίωξε, καὶ οὐ γινώσκω νυνί τινα τοιοῦτον ἐν τῇ περιχώρῳ ταύτῃ. πολλοῦ δὲ ἐπὶ τούτοις ἄχθους ἐκεῖνος πληρωθείς, καὶ τὴν ψυχὴν δεινῶς κατατρωθείς, ἐῴκει ἀνδρὶ θησαυρὸν ἀπολέσαντι μέγαν καὶ εἰς τὴν αὐτοῦ ζήτησιν ὅλον αὐτοῦ τὸν νοῦν ἀσχολουμένῳ. ἐντεῦθεν ἀγῶνι διηνεκεῖ καὶ μερίμνῃ συνέζη, καὶ πάντα τὰ ἡδέα καὶ τερπνὰ τοῦ κόσμου ἦν ἐν ὀφθαλμοῖς αὐτοῦ ὡς ἄγος τι καὶ βδέλυγμα. οὕτως οὖν ἔχοντι τῷ νέῳ καὶ ποτνιωμένῳ κατὰ ψυχὴν τὸ ἀγαθὸν εὑρεῖν, εἶδεν αὐτὸν ὁ πάντα βλέπων ὀφθαλμός, καὶ οὐ παρεῖδεν ὁ θέλων πάντας σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ἀλλά, τὴν συνήθη αὐτῷ φιλανθρωπίαν καὶ ἐπὶ τούτῳ δείξας, ἐγνώρισεν ὁδὸν ἣν ἔδει πορεύεσθαι τρόπῳ τοιῷδε· 62 ῃι Ἐγένετο γὰρ κατ' ἐκεῖνον τὸν καιρὸν μοναχός τις, σοφὸς τὰ θεῖα, βίῳ τε