1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

69

τῆς βασιλείας, τὰ τῶν ἐχθρῶν οὐκ ᾐδέσθης καὶ πολεμίων ἐνδείξασθαι εἰς ἐμέ; οὐκ ἔδει σε ἐμοὶ μᾶλλον πείθεσθαι καὶ τοῖς ἐμοῖς ἕπεσθαι δόγμασιν, ἢ τοῦ δολίου καὶ σαπροῦ γέροντος εἴκειν ταῖς φληνάφοις μωρολογίαις, τοῦ πικράν σοι ἀντὶ τῆς γλυκείας ὑποθεμένου ζωήν, καὶ ἀντὶ τῆς ποθεινοτάτης τρυφῆς τὴν σκληρὰν καὶ τραχεῖαν ὁδεύειν ὁδόν, ἣν ὁ τῆς Μαρίας Υἱὸς ἰέναι προτρέπεται, οὐ δέδοικας δὲ τῶν μεγίστων θεῶν τὴν ὀργήν, μὴ κεραυνῷ σε βαλοῦσιν, ἢ σκηπτῷ θανατώσουσιν, ἢ χάσματι γῆς καταποντίσουσιν, ἀνθ' ὧν τοὺς τοσαῦτα ἡμᾶς εὐηργετηκότας καὶ διαδήματι βασιλείας κατακοσμήσαντας, καὶ ἔθνη πολυάνθρωπα ὑποτάξαντας, καὶ σὲ παρ' ἐλπίδα δι' εὐχῆς ἐμῆς καὶ δεήσεως γεννηθῆναι καὶ τοῦ γλυκυτάτου μετέχειν φωτὸς τούτου παρασκευά 350 σαντας, παρωσάμενος καὶ ἐξουθενήσας, τῷ ἐσταυρωμένῳ προσεκολλήθης, ταῖς ματαίαις ἐλπίσι τῶν αὐτοῦ θεραπόντων φενακισθείς, καινούς τινας μυθολογούντων αἰῶνας καὶ νεκρῶν σωμάτων ἀνάστασιν ληρούντων, καὶ ἄλλα μυρία πρὸς ἀπάτην τῶν ἀνοήτων παρεισαγόντων; ἀλλά γε νῦν, φίλτατε υἱέ, εἴ τι μοι πείθῃ τῷ πατρί, μακρὰν τοῖς μακροῖς τούτοις λήροις χαίρειν εἰπών, θῦσον προσελθὼν τοῖς εὐμενέσι θεοῖς, ἑκατόμβαις τε αὐτοὺς καὶ σπονδαῖς ἐκμειλιξώμεθα, ἵνα συγγνώμην σοι τοῦ πταίσματος παράσχοιντο· δυνατοὶ γάρ εἰσι καὶ ἰσχύοντες εὐεργετεῖν τε καὶ τιμωρεῖσθαι, καί σοι παράδειγμα τῶν λεγομένων, ἡμεῖς οἱ δι' αὐτῶν εἰς ταύτην τὴν ἀρχὴν προελθόντες, καὶ χάριτας αὐτοῖς τῆς εὐεργεσίας, τάς τε πρὸς τοὺς σεβομένους τιμὰς καὶ τὰς πρὸς τοὺς μὴ πειθομένους αὐτοῖς θύειν κολάσεις παρέχοντες. Πολλὰς οὖν τοιαύτας βαττολογίας τοῦ βασιλέως διεξελθόντος, τὰ μὲν ἡμέτερα διακωμῳδοῦντος καὶ διαβάλλοντος, τὰ τῶν εἰδώλων δὲ ἐγκωμιάζοντος καὶ ἐπαινοῦντος, ἰδὼν ὁ θειότατος νεανίας ὡς οὐκ ἔτι δεῖται τὸ πρᾶγμα γωνίας καὶ ἐπικρύψεως, ἀλλὰ λυχνίας καὶ περιωπῆς, μᾶλλον ὥστε φανερὸν ἅπασι καταστῆναι, παρρησίας καὶ θάρσους ὑποπλησθείς, ἔφη. Ὅ μοι πέπρακται, δέσποτα, οὐκ ἂν ἀρνηθείην. τὸ σκότος ἐξέφυγον, τῷ φωτὶ προσδραμών· καὶ τὴν πλάνην ἀπέλιπον, τῇ ἀληθείᾳ οἰκειωθείς· καὶ τοῖς δαίμοσιν ἀποταξάμενος, Χριστῷ συνεταξάμην, τῷ τοῦ Θεοῦ καὶ Πατρὸς Υἱῷ καὶ Λόγῳ, οὗ τῷ ῥήματι παρήχθη τὸ πᾶν ἐκ μὴ 352 ὄντων, ὃς καί, τὸν ἄνθρωπον ἐκ χοὸς διαπλάσας, ζωτικὴν ἐνεφύσησε πνοήν, ἐν παραδείσῳ τε τῆς τρυφῆς ἔθετο διαιτᾶσθαι, παραβάντα δὲ τὴν ἐντολὴν αὐτοῦ καὶ τῷ θανάτῳ ὑπόδικον γενόμενον, τῇ ἐξουσίᾳ τε τοῦ δεινοῦ κοσμοκράτορος ὑπαχθέντα, οὐκ ἀπέστη πάντα ποιῶν πρὸς τὴν ἀρχαίαν βουλόμενος ἐπαναγαγεῖν τιμήν. διὸ αὐτὸς ὁ πάσης τῆς κτίσεως ποιητὴς καὶ τοῦ ἡμετέρου γένους δημιουργὸς ἄνθρωπος ἐγένετο δι' ἡμᾶς καὶ ἐπὶ γῆς ἐλθὼν ἐκ Παρθένου ἁγίας τοῖς ἀνθρώποις συνανεστρέφετο, καὶ ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων οἰκετῶν ὁ ∆εσπότης θάνατον κατεδέξατο καὶ θάνατον τὸν διὰ σταυροῦ, ὅπως λυθῇ τῆς ἁμαρτίας ἡ τυραννίς, ὅπως ἡ προτέρα καταδίκη ἀναιρεθῇ, ὅπως ἀνοιγῶσι πάλιν ἡμῖν αἱ οὐρανοῦ πύλαι. ἐκεῖ γὰρ τὴν φύσιν ἡμῶν ἀνήγαγε καὶ ἐπὶ θρόνου δόξης κεκάθικε, βασιλείαν τε τὴν ἀτελεύτητον ἐδωρήσατο τοῖς αὐτὸν ἀγαπῶσι καὶ ἀγαθὰ τὰ κρείττονα καὶ λόγου καὶ ἀκοῆς. αὐτὸς γάρ ἐστιν ὁ κραταιὸς καὶ μόνος δυνάστης, ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, οὗ τὸ κράτος ἄμαχον καὶ ἡ δυναστεία ἀνείκαστος, ὁ μόνος ἅγιος καὶ ἐν ἁγίοις ἀναπαυόμενος, ὁ σὺν Πατρὶ καὶ Ἁγίῳ Πνεύματι δοξαζόμενος, εἰς ἃ βεβάπτισμαι. καὶ ὁμολογῶ, δοξάζω τε καὶ προσκυνῶ ἕνα Θεὸν ἐν τρισὶν ὑποστάσεσιν ὁμοούσιόν τε καὶ ἀσύγχυτον, ἄκτιστόν τε καὶ ἀθάνατον, αἰώνιον, ἄπειρον, ἀπεριόριστον, ἀσώματον, ἀπαθῆ, ἄτρεπτον, ἀναλλοίωτον, ἀόριστον, πηγὴν ἀγαθότητος καὶ δικαιοσύνης καὶ φωτὸς ἀϊδίου, πάντων κτισμάτων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, συνέ 354 χοντά τε πάντα καὶ συντηροῦντα, πάντων προνοούμενον, κρατοῦντά τε πάντων καὶ βασιλεύοντα. οὔτε γὰρ ἐγένετό τι τῶν ὄντων