1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

112

χαίρων καὶ εὐχαριστῶν τῷ Κυρίῳ. ἀλλὰ καὶ θηρία πολλὰ καὶ ποικίλα καὶ ὄφεων παντοδαπὰ καὶ δρακοντόμορφα γένη ἡ ἔρημος ἐκείνη τρέφει, ἅτινα συναντῶντα αὐτῷ οὐκ ἔτι φαντασίᾳ, ἀλλ' ἀληθείᾳ ἐδείκνυτο, ὡς ἐντεῦθεν φόβου μὲν ἦν πλήρης ἡ ὁδὸς καὶ πόνου· αὐτὸς δὲ ἀμφοτέρων ὑπερίπτατο τῷ λογισμῷ, τὸν μὲν φόβον τῆς ἀγάπης, ὥς φησιν ἡ Γραφή, ἔξω βαλλούσης, τὸν πόνον δὲ τοῦ πόθου ἐπικουφίζοντος. οὕτως οὖν πολλαῖς καὶ ποικίλαις συμφοραῖς καὶ ταλαιπωρίαις πυκτεύσας, δι' 572 ἡμερῶν οὐκ ὀλίγων κατέλαβε τὴν ἔρημον ἐκείνην τῆς Σενααρίτιδος γῆς, ἐν ᾗ ὁ Βαρλαὰμ ᾤκει· ἔνθα καὶ ὕδατος τυχὼν τὴν φλόγα κατέσβεσε τῆς δίψης. χχχῃιιι Ἔμεινε δὲ Ἰωάσαφ διετίαν ὅλην κατὰ τὸ πέλαγος τῆς ἐρήμου ταύτης ἀλώμενος καὶ μὴ εὑρίσκων τὸν Βαρλαάμ, τοῦ Θεοῦ κἀνταῦθα τὸ στερρὸν τοῦ λογισμοῦ αὐτοῦ καὶ τὸ τῆς ψυχῆς γενναῖον δοκιμάζοντος. καὶ ἦν οὕτως αἴθριος συγκαιόμενος τῷ καύσωνι καὶ τῷ κρύει πηγνύμενος καὶ ἀπαύστως ζητῶν ὥσπερ τινὰ θησαυρὸν πολύτιμον τὸν τιμιώτατον γέροντα. πολλοὺς δὲ ὑπέμεινε πειρασμοὺς καὶ πολέμους τῶν πονηρῶν πνευμάτων, καὶ πολλοὺς ὑπήνεγκε πόνους τῆς τῶν βοτανῶν ἐνδείας, ἃς εἰς τροφὴν ἐκέχρητο, ὅτι καὶ ταύτας ξηρὰ οὖσα ἡ ἔρημος ἐνδεῶς ἐβλάστανεν. ἀλλὰ τῷ πόθῳ τοῦ ∆εσπότου φλεγομένη ἡ ἀδαμαντίνη ψυχὴ ἐκείνη καὶ ἀήττητος ῥᾷον ἤνεγκε τὰ λυπηρὰ ταῦτα ἢ τὰς ἡδονὰς ἕτεροι. διὸ τῆς ἄνωθεν οὐ διήμαρτε συμμαχίας, ἀλλά, κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν αὐτοῦ καὶ πόνων, αἱ παρὰ τοῦ ποθουμένου Χριστοῦ ἐγγινόμεναι παρακλήσεις καθ' ὕπνους τε καὶ καθ' ὕπαρ εὔφραναν τὴν ψυχὴν αὐτοῦ. συμπληρουμένης δὲ τῆς διετίας, Ἰωάσαφ μὲν ἀπαύστως περιῄει ζητῶν τὸν ποθούμενον, καὶ ἐποτνιᾶτο πρὸς τὸν Θεὸν δάκρυα ποταμηδὸν τῶν ὀφθαλμῶν προχεόμενος, καί, ∆εῖξόν μοι, ∆έσποτα, βοῶν, δεῖξόν μοι τὸν αἴτιόν μοι τῆς σῆς ἐπιγνώσεως καὶ τῶν τοσούτων 574 ἀγαθῶν γενόμενόν μοι πρόξενον· καὶ μή, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν μου, καλοῦ με τοσούτου στερήσῃς. ἀλλ' ἀξίωσόν με ἰδεῖν τε αὐτὸν καὶ ἴσον αὐτῷ τὸν ἀγῶνα τῆς ἀσκήσεως θέσθαι. Εὑρίσκει δὲ Θεοῦ χάριτι σπήλαιον, ἰχνηλατήσας τῶν ἐκεῖσε πορευομένων τὴν τρίβον. καὶ μοναχῷ τινι ἐντυγχάνει τὸν ἐρημικὸν μετιόντι βίον. καὶ τούτῳ θερμότατα περιχυθεὶς καὶ ἀσπασάμενος, τοῦ Βαρλαὰμ ἠρώτα τὸ σκήνωμα εὑρεῖν, καὶ τὰ καθ' ἑαυτὸν διεξῄει, δῆλα τῷ ἀνδρὶ θέμενος. δι' αὐτοῦ τοίνυν τὸν τόπον διδαχθεὶς τῆς τοῦ ζητουμένου οἰκήσεως, καταλαμβάνει τάχιστα, ὡς ὅταν θηρευτὴς ἐμπειρότατος ἴχνεσιν ἐπιτύχῃ τοῦ θηράματος. καὶ φθάσας τινὰ σημεῖα τὰ παρὰ τοῦ ἄλλου γέροντος διδαχθέντα αὐτῷ, ἐπορεύετο χαίρων καὶ τῇ ἐλπίδι ῥωννύμενος, ὡς νήπιος ἐκ μακροῦ χρόνου τὸν πατέρα ἐλπίζων θεάσασθαι. ὅταν γὰρ ὁ κατὰ Θεὸν πόθος εἰς ψυχὴν ῥαγῇ, πολλῷ τοῦ φυσικοῦ δείκνυται θερμότερός τε καὶ βιαιότερος. Ἐφίσταται τοίνυν τῇ θύρᾳ τοῦ σπηλαίου, καὶ κρούσας, Εὐλόγησον, εἶπε, Πάτερ, εὐλόγησον. ὡς δὲ τῆς φωνῆς ἀκούσας ἐξῆλθεν ὁ Βαρλαὰμ τοῦ σπηλαίου, ἐγνώρισε τῷ πνεύματι τόν, κατά γε τὴν ἔξω θέαν, οὐκ εὐχερῶς γνωρισθῆναι δυνάμενον, διὰ τὴν θαυμαστὴν ἐκείνην μεταβολὴν καὶ ἀλλοίωσιν ἣν ἠλλοίωτο καὶ μετεβέβλητο τῆς ὄψεως ἐκείνης τῆς προτέρας καὶ τῆς ὡραῖον ἀνθούσης νεότητος, μεμελανωμένος μὲν ἐκ τῆς ἡλιακῆς καύσεως, κατάκομος δὲ ταῖς θριξίν, ἐκτετηκυίας δὲ τὰς παρειὰς καὶ τοὺς ὀφθαλμοὺς ἔσω που εἰς βάθος δεδυκότας 576 καὶ τὰ βλέφαρα περιπεφλεγμένα ἔχων ταῖς ῥοαῖς τῶν δακρύων καὶ τῇ πολλῇ τῆς ἐνδείας ταλαιπωρίᾳ. ἔγνω δὲ καὶ Ἰωάσαφ τὸν πνευματικὸν πατέρα, τοὺς χαρακτῆρας μάλιστα τῆς ὄψεως ἔχοντα τοὺς αὐτούς. στὰς οὖν εὐθὺς κατὰ ἀνατολάς, ὁ γέρων εὐχὴν ἀνέπεμψε τῷ Θεῷ εὐχαριστήριον. καὶ μετὰ τὴν εὐχὴν ἐπειπόντες τὸ ἀμήν, περιλαβόντες