1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

89

ὡραῖαι καὶ περικαλλεῖς, ἃς καὶ κόσμῳ λαμπρύνας διαυγεῖ καὶ ὅλως πρὸς τὸ ἐπαγωγὸν εὐτρεπίσας, τοὺς μὲν θεράποντας καὶ ὑπηρέτας τοῦ υἱοῦ πάντας ἐκβάλλει τοῦ παλατίου, ἐκείνας δὲ ἀντικαθίστησιν. αὗται οὖν περιεφύοντο αὐτῷ, συνεπλέκοντο, πρὸς τὴν μυσαρὰν αὐτὸν συνουσίαν ἠρέθιζον, διὰ πάντων σχημάτων τε καὶ ῥημάτων ἐκκαλούμεναι πρὸς ἡδονήν. οὐκ εἶχεν ἑτέρῳ τινὶ προσβλέψαι ἢ ὁμιλῆσαι, ἢ συναριστῆσαι· αὗται γὰρ ἦσαν αὐτῷ πάντα. καὶ ταῦτα μὲν ὁ βασιλεὺς ἐποίει. Θευδᾶς δὲ πάλιν τὸ πονηρὸν ἐκεῖνο καταλαβὼν σπήλαιον, καὶ εἰς τὰς βίβλους ἐγκύψας τὰς ταῦτα ἐνεργεῖν δυναμένας, καὶ ἓν τῶν πονηρῶν πνευμάτων καλέσας, εἰς πόλεμον ἐκπέμπει τοῦ στρατιώτου τῆς Χριστοῦ παρατάξεως· οὐκ εἰδὼς ὁ ἄθλιος οἷον ἔμελλε γέλωτα ὑποστῆναι καὶ αἰσχύνης πληροῦ 454 σθαι σὺν πάσῃ τῇ ὑπ' αὐτὸν δαιμονικῇ φάλαγγι. τὸ δὲ πονηρὸν πνεῦμα, ἄλλα τε πονηρότερα συμπαραλαβὸν πνεύματα, τὸν κοιτῶνα καταλαμβάνει τοῦ γενναίου παιδός, καὶ ἐπιπίπτει αὐτῷ λαβρότατον ἀνάψαν τῆς σαρκὸς τὴν κάμινον. καὶ ὁ μὲν πονηρὸς ἔνδον ἀνέφλεγεν· αἱ δὲ τὴν ὄψιν εὐπρεπεῖς, τὴν δὲ ψυχὴν καὶ λίαν δυσειδεῖς, κόραι ἔξωθεν τὴν πονηρὰν ἐχορήγουν ὕλην. Ἡ δὲ καθαρὰ ἐκείνη ψυχὴ τῆς προσβολῆς αἰσθομένη τοῦ πονηροῦ, καὶ τὸν πόλεμον ὁρῶσα τῶν ἀτόπων λογισμῶν ἐπ' αὐτὴν σφοδρῶς ἐρχόμενον, διεταράττετο· καὶ λύσιν εὑρεῖν τοῦ τοσούτου κακοῦ ἐπεζήτει, καθαρόν τε ἑαυτὸν παραστῆσαι τῷ Χριστῷ, καὶ μὴ τῷ βορβόρῳ τῶν παθῶν καταχρᾶναι τὴν ἁγίαν ἐκείνην στολήν, ἣν αὐτὸν ἡ τοῦ ἁγίου βαπτίσματος ἠμφιάσατο χάρις. εὐθὺς οὖν ἔρωτι ἀνθίστησιν ἔρωτα, τῷ ἀκολάστῳ τὸν θεϊκόν, καὶ εἰς μνήμην ἄγει ἑαυτὸν τῆς ὡραιότητος ἐκείνης καὶ ἀνεκλαλήτου δόξης Χριστοῦ τοῦ ἀθανάτου νυμφίου τῶν καθαρωτάτων ψυχῶν, καὶ τοῦ νυμφῶνος ἐκείνου καὶ γάμου, οὗπερ ἐλεεινῶς ἐκβάλλονται οἱ τὸν νυμφικὸν σπιλώσαντες χιτῶνα, δεδεμένοι χεῖρας καὶ πόδας, εἰς τὸ ἐξώτερον σκότος. ταῦτα λογισάμενος καὶ σύνδακρυς γενόμενος, ἔτυπτε τὸ στῆθος, οἷα κακοὺς κηφῆνας τοὺς πονηροὺς ἐκεῖθεν λογισμοὺς φυγαδεύων. εἶτα διαναστὰς καὶ χεῖρας εἰς οὐρανὸν διάρας, θερμοῖς δάκρυσι καὶ στεναγμοῖς τὸν Θεὸν ἐπεκαλεῖτο πρὸς συμμαχίαν, καὶ ἔλεγε· Κύριε παντοκράτορ, ὁ μόνος δυνατὸς καὶ οἰκτίρμων, ἡ ἐλπὶς τῶν ἀπηλπισμένων, ἡ τῶν ἀβοηθήτων βοήθεια, μνήσθητί μου τοῦ ἀχρείου σου 456 δούλου ἐν τῇ ὥρᾳ ταύτῃ, καὶ ἱλέῳ μοι ἐπίβλεψον ὄμματι, καὶ ῥῦσαι ἀπὸ ῥομφαίας δαιμονικῆς τὴν ψυχήν μου καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου· καὶ μὴ ἐάσῃς ἐμπεσεῖν με εἰς χεῖρας ἐχθρῶν μου, μηδὲ ἐπιχαρείησάν μοι οἱ μισοῦντές με· καὶ μὴ ἐγκαταλίπῃς με καταφθαρῆναι ἐν ἀνομίαις, καὶ καθυβρίσαι μου τὸ σῶμα ὅπερ ἁγνόν σοι παραστῆσαι ἐπηγγειλάμην. σὲ γὰρ ποθῶ, καὶ σοὶ προσκυνῶ τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας. καὶ ἐπειπὼν τὸ ἀμήν, θείας ᾔσθετο παρακλήσεως οὐρανόθεν αὐτῷ ἐπιφοιτησάσης, καὶ οἱ πονηροὶ ὑπεχώρουν λογισμοί· αὐτὸς δὲ μέχρι πρωΐας εὐχόμενος διετέλεσε. καὶ γνοὺς τὰ μηχανήματα τοῦ δολίου, ἤρξατο ἐπὶ πλεῖον πιέζειν τὸ σῶμα τροφῆς ἐνδείᾳ καὶ δίψῃ, καὶ τῇ ἄλλῃ ταλαιπωρίᾳ, ὁλονύκτους μὲν ἐπιτελῶν στάσεις, ἑαυτὸν δὲ ἀναμιμνήσκων τῶν πρὸς τὸν Θεὸν ὁμολογιῶν, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἐκεῖθεν τῶν δικαίων λαμπρότητα, τὴν ἠπειλημένην τε τοῖς φαύλοις γέενναν ἀνιστορῶν ἐναργέστατα· ὅπως μή, ἀργὴν καὶ ἄνετον ὁ ἐχθρὸς εὑρὼν τὴν ψυχήν, λογισμοὺς αὐτῇ πονηροὺς ῥᾳδίως ὑποσπείρῃ, καὶ τὸ καθαρὸν ἐπιθολώσῃ τῆς διανοίας. πάντοθεν τοίνυν ὁ ἐχθρὸς ἐξαπορηθείς, καὶ παντελῶς ἀπαγορεύσας ἑλεῖν τὸν γενναῖον, ἑτέραν ἔρχεται ὁ δεινὸς ἀπάτην ποικιλωτέραν, ὁ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ τεχνάζεσθαι καὶ βλάπτειν οὐδαμῶς ἀπολείπων. εἰς ἔργον γὰρ ἀγαγεῖν τὰ ἐντεταλμένα αὐτῷ παρὰ τοῦ Θευδᾶ μυρία γέγονε σπουδή. καὶ οὕτω πάλιν τὰ φάρμακα ἀρτύει. Μίαν