1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

111

Ταῦτα ἔστρεφε καθ' ἑαυτὸν ἀεί, καὶ τῷ Θεῷ διελέγετο, διὰ προσευχῆς αὐτῷ καὶ θεωρίας ὑψηλοτάτης ἑνούμενος. καὶ οὕτω συντόνως τὴν ὁδοιπορίαν διήνυε, τὸν χῶρον σπεύδων καταλαβεῖν, ἔνθα Βαρλαὰμ διῆγεν. ἐτρέφετο δὲ ταῖς φυομέναις βοτάναις κατὰ τὴν ἔρημον· οὐδὲν γὰρ ἄλλο ἐπεφέρετο, καθάπερ ἔφθην εἰπών, εἰ μὴ μόνον τὸ σῶμα τὸ ἴδιον καὶ τὸ ῥάκος ὃ περιεβέβλητο. Ἀλλὰ τροφὴν μὲν μετρίαν καὶ οὐδαμινὴν ἐκ τῶν βοτανῶν ποριζόμενος, ὕδατος παντελῶς ἠπόρει, ἀνύδρου καὶ ξηρᾶς οὔσης τῆς ἐρήμου ἐκείνης. ἤδη τοίνυν περὶ τὰς μεσημβρίας, τοῦ ἡλίου σφοδρὸν φλέγοντος, τῆς ὁδοιπορίας ἐχόμενος, σφοδρότερον αὐτὸς ἐφλέγετο ἐν δίψει καύματος ἐν ἀνύδρῳ, καὶ τὴν ἐσχάτην ἐταλαιπωρεῖτο ταλαιπωρίαν· ἀλλ' ἐνίκα ὁ πόθος τὴν φύσιν, καὶ ἡ δίψα, ἣν πρὸς τὸν Θεὸν ἐδίψα, τὴν φλόγα ἐδρόσιζε τῆς τοῦ ὕδατος δίψης. Ὁ δὲ μισόκαλος καὶ φθονερὸς διάβολος, μὴ ὑποφέρων ἐν αὐτῷ τὴν τοιαύτην ὁρᾶν πρόθεσιν καὶ οὕτω θερμοτάτην πρὸς τὸν Θεὸν ἀγάπην, πολλοὺς αὐτῷ κατὰ τὴν ἔρημον ἐξήγειρε πειρασμούς, ὑποβάλλων αὐτῷ μνήμην τῆς βασιλικῆς αὐτοῦ δόξης καὶ τῆς παρισταμένης αὐτῷ λαμπροτάτης δορυφορίας, φίλων τε καὶ συγγενῶν καὶ ὁμηλίκων, καὶ ὡς αἱ πάντων ψυχαὶ τῆς αὐτοῦ ἐξήρτηντο ψυχῆς, καὶ τὰς ἄλλας ἀνέσεις τοῦ βίου· εἶτα τὸ τραχὺ τῆς ἀρετῆς προεβάλλετο καὶ τοὺς πολλοὺς αὐτῆς ἱδρῶτας, τοῦ σώματός 568 τε τὴν ἀσθένειαν καὶ τὸ ἀσύνηθες αὐτοῦ ἐν τῇ τοιαύτῃ ταλαιπωρίᾳ, καὶ τοῦ χρόνου τὸ μῆκος, τὴν ἐν χερσίν τε ἀνάγκην τῆς δίψης, καὶ τὸ μηδαμόθεν ἐκδέχεσθαι παράκλησιν ἢ τέλος τοῦ τοσούτου κόπου· καὶ ὅλως πολὺν αὐτῷ ἤγειρε κονιορτὸν τῶν λογισμῶν ἐν τῇ διανοίᾳ, καθά που καὶ περὶ τοῦ μεγάλου γέγραπται Ἀντωνίου. Ὡς δὲ εἶδεν ἑαυτὸν ὁ ἐχθρὸς ἀσθενοῦντα πρὸς τὴν ἐκείνου πρόθεσιν (τὸν Χριστὸν γὰρ αὐτὸς ἐνθυμούμενος καὶ τῷ ἐκείνου πόθῳ φλεγόμενος, ῥωννύμενός τε καλῶς τῇ ἐλπίδι καὶ τῇ πίστει στηριζόμενος, εἰς οὐδὲν τὰς ἐκείνου ὑπερβολὰς ἐλογίζετο), κατῃσχύνθη ὁ πολέμιος ἐκ πρώτης, ὃ λέγεται, προσβολῆς πεσών. ἑτέραν οὖν ἔρχεται ὁδόν (πολλαὶ γὰρ αὐτῷ αἱ τῆς κακίας τρίβοι), καὶ φαντάσμασι ποικίλοις ἀνατρέπειν αὐτὸν ἐπειρᾶτο καὶ εἰς δειλίαν ἐμβαλεῖν, ποτὲ μὲν μέλας αὐτῷ φαινόμενος, οἷός ἐστι· ποτὲ δέ, ῥομφαίαν ἐσπασμένην κατέχων, ἐπεπήδα αὐτῷ, καὶ πατάξαι ἠπείλει, εἰ μὴ θᾶττον εἰς τὰ ὀπίσω στραφῇ· ἄλλοτε θηρίων ὑπήρχετο παντοδαπῶν μορφάς, βρυχῶν κατ' αὐτοῦ καὶ δεινότατον ἀποτελῶν μυκηθμὸν καὶ ψόφον· εἶτα καὶ εἰς δράκοντα μετεμορφοῦτο καὶ ἀσπίδα καὶ βασιλίσκον. ὁ δὲ καλὸς ἐκεῖνος καὶ γενναιότατος ἀθλητὴς ἀτρέμας ἦν τὴν ψυχήν, ἅτε δὴ τὸν ὕψιστον ἑαυτοῦ καταφυγὴν θέμενος. νήφων δὲ τῇ διανοίᾳ καὶ κατεγγελῶν τοῦ πονηροῦ, ἔλεγεν· Οὐκ ἔλαθές με, ὦ ἀπατεών, ὅστις εἶ, ὁ ταῦτά μοι ἐγείρων, ὁ ἐξ ἀρχῆς κακὰ τεκταινόμενος τῶν ἀνθρώπων τῷ γένει, καὶ ἀεί ποτε πονηρὸς ὢν καὶ τὸ βλάπτειν οὐδαμῶς ἀπολείπων. ἀλλ' ὡς 570 προσῆκόν σοι τὸ σχῆμα καὶ οἰκειότατον, αὐτῷ δὴ τούτῳ τῷ θηρίοις καὶ ἑρπετοῖς ὁμοιοῦσθαι, τὸ θηριῶδές σου τῆς γνώμης καὶ σκολιόν, ἰοβόλον τε καὶ βλαπτικὸν τῆς προαιρέσεως ἐνδεικνυμένῳ. τί οὖν ἀνηνύτοις ἐπιχειρεῖς, ἄθλιε; ἐξότε γὰρ ἔγνων τῆς σῆς εἶναι κακίας τὰ μηχανήματα ταῦτα καὶ φόβητρα, οὐδεμία μοι λοιπὸν ἔτι ἐστὶ φροντὶς περὶ σοῦ. Κύριος ἐμοὶ βοηθός, κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου, καὶ ἐπὶ ἀσπίδα καὶ βασιλίσκον σε ἐπιβήσομαι οἷς ὁμοιοῦσαι, καὶ καταπατήσω σε τὸν λέοντα καὶ δράκοντα, τῇ δυνάμει τοῦ Χριστοῦ κραταιούμενος. αἰσχυνθείησαν καὶ ἐντραπείησαν πάντες οἱ ἐχθροί μου· ἀποστραφείησαν καὶ καταισχυνθείησαν σφόδρα διὰ τάχους. Ταῦτα λέγων, καὶ τὸ σημεῖον τοῦ σταυροῦ ἑαυτῷ περιβαλὼν ὅπλον ἀκαταγώνιστον, πάσας τὰς τοῦ διαβόλου φαντασίας κατήργησεν. εὐθὺς γὰρ τά τε θηρία καὶ τὰ ἑρπετά, ὡς ἐκλείπει καπνός, ἐξέλιπον, καὶ ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός· αὐτὸς δέ, τῇ τοῦ Χριστοῦ δυνάμει ἰσχύων, ἐπορεύετο