1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

24

ἀπέθανον καὶ οὐκ ἔφθασαν εἰκόνα τῆς μελλούσης ἀληθινῆς ἀναστάσεως παραστῆσαι· μόνος δὲ 118 αὐτὸς τῆς ἀναστάσεως ἐκείνης ἀρχηγὸς ἐγένετο, πρῶτος τὴν ἀθάνατον ἐγερθεὶς ἀνάστασιν. ταῦτα καὶ οἱ ἀπ' ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου ἐκήρυξαν. φησὶ γὰρ ὁ μακάριος Παῦλος, οὗ ἡ κλῆσις οὐκ ἐξ ἀνθρώπων, ἀλλ' οὐρανόθεν γέγονε· Γνωρίζω ὑμῖν, ἀδελφοί, τὸ Εὐαγγέλιον ὃ εὐηγγελισάμην ὑμῖν· παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς· εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ὅτι ἀνάστασις οὐκ ἔστιν; εἰ γὰρ νεκροὶ οὐκ ἐγείρονται, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ἡμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἀνομίαις ὑμῶν· εἰ ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες ἐσμὲν ἐν Χριστῷ μόνον, ἐλεεινότεροι πάντων ἀνθρώπων ἐσμέν. νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων γενόμενος· ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται. καὶ μετ' ὀλίγα· ∆εῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσηται ἀφθαρσίαν καὶ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε πληρωθήσεται ὁ λόγος ὁ γεγραμμένος· Κατεπόθη ὁ θάνατος εἰς νῖκος· ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος; καταργεῖται γὰρ τέλεον ἡ τοῦ θανάτου δύναμις τότε καὶ ἀφανίζεται, μηκέτι ὅλως ἐνεργοῦσα, ἀλλ' ἀθανασία λοιπὸν καὶ ἀφθαρσία δίδοται τοῖς ἀνθρώποις αἰώνιος. 120 Ἔσται οὖν, ἔσται ἀναμφιλέκτως ἡ τῶν νεκρῶν ἀνάστασις, καὶ τοῦτο ἀνενδοιάστως πιστεύομεν· ἀλλὰ καὶ ἀμοιβὰς καὶ εὐθύνας τῶν βεβιωμένων γινώσκομεν κατὰ τὴν φοβερὰν ἡμέραν τῆς τοῦ Χριστοῦ παρουσίας, ∆ι' ἧς οὐρανοὶ πυρούμενοι λυθήσονται καὶ στοιχεῖα καυσούμενα τήκεται, ὥς φησί τις τῶν θεηγόρων, Καινοὺς δὲ οὐρανοὺς καὶ καινὴν γῆν, κατὰ τὸ ἐπάγγελμα αὐτοῦ προσδοκῶμεν. ὅτι γὰρ ἀμοιβαὶ καὶ εὔθυναι εἰσὶ τῶν ἔργων ἐκεῖ, καὶ οὐδὲν ὅλως τῶν ἀγαθῶν ἢ τῶν πονηρῶν παροφθήσεται, ἀλλὰ καὶ ἔργων καὶ ῥημάτων καὶ ἐνθυμήσεων ἀνταποδόσεις ἀπόκεινται, δῆλον· φησὶ γὰρ ὁ Κύριος· Ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦν μόνον εἰς ὄνομα μαθητοῦ, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ. καὶ πάλιν λέγει· Ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι μετ' αὐτοῦ, τότε συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη καὶ ἀφοριεῖ αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων· τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· ∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με, γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. τί τοῦτο λέγων; τὰς γινομένας παρ' ἡμῶν εἰς τοὺς δεομένους εὐποιΐας ἑαυτῷ οἰκειούμενος. καὶ ἐν ἑτέρῳ λέγει· Πᾶς ὅστις ὁμολογήσει 122 ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἰδοὺ διὰ πάντων τούτων καὶ ἄλλων πλειόνων ἐδήλωσε βεβαίας εἶναι καὶ ἀσφαλεῖς τὰς ἀμοιβὰς τῶν ἀγαθῶν ἔργων· ἀλλὰ καὶ τῶν ἐναντίων εὐθύνας ἀποκεῖσθαι προκατήγγειλε διὰ παραβολῶν θαυμασίων καὶ ἐξαισίων, ἃς ἡ πηγὴ τῆς σοφίας πανσόφως διηγήσατο· ποτὲ μὲν πλούσιόν τινα παρεισάγων πορφύραν καὶ βύσσον ἐνδεδυμένον, καὶ καθ' ἡμέραν λαμπρῶς εὐφραινόμενον, ἀμετάδοτον δὲ καὶ ἀνηλεῆ πρὸς τοὺς δεομένους ὑπάρχοντα, ὡς καὶ