1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

18

συνῆκεν. ἀποδεξάμενος δὲ τοῦτον τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως, ὁ Θεὸς ἐνεφάνισεν ἑαυτὸν αὐτῷ, οὐ καθὼς ἔχει φύσεως (Θεὸν γὰρ ἰδεῖν γεννητῇ φύσει ἀδύνατον), ἀλλ' οἰκονομικαῖς τισι θεοφανείαις, ὡς οἶδεν αὐτός, καὶ τελεωτέραν γνῶσιν ἐνθεὶς αὐτοῦ τῇ ψυχῇ, ἐδο 88 ξασε, καὶ οἰκεῖον ἔθετο θεράποντα, ὅς, καὶ κατὰ διαδοχὴν τοῖς ἐξ αὐτοῦ παραπέμψας τὴν εὐσέβειαν, τὸν ἀληθῆ γνωρίζειν ἐδίδαξε Θεόν. διὸ καὶ εἰς πλῆθος ἄπειρον τὸ σπέρμα αὐτοῦ ἐλθεῖν ὁ ∆εσπότης εὐδόκησε, καὶ λαὸν περιούσιον αὑτῷ ὠνόμασε, καὶ δουλωθέντας αὐτοὺς ἔθνει Αἰγυπτίῳ καὶ Φαραῷ τινι τυράννῳ σημείοις καὶ τέρασι φρικτοῖς καὶ ἐξαισίοις ἐξήγαγεν ἐκεῖθεν διὰ Μωσέως καὶ Ἀαρών, ἀνδρῶν ἁγίων καὶ χάριτι προφητείας δοξασθέντων· δι' ὧν καὶ τοὺς Αἰγυπτίους ἐκόλασεν ἀξίως τῆς αὐτῶν πονηρίας, καὶ τοὺς Ἰσραηλίτας (οὕτω γὰρ ὁ λαὸς ἐκεῖνος ὁ τοῦ Ἀβραὰμ ἀπόγονος ἐκέκλητο) διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν διήγαγε, διασχισθέντων τῶν ὑδάτων καὶ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων γεγενημένων· τοῦ δὲ Φαραὼ καὶ τῶν Αἰγυπτίων κατ' ἴχνος αὐτῶν εἰσελθόντων, ἐπαναστραφέντα τὰ ὕδατα ἄρδην αὐτοὺς ἀπώλεσεν. εἶτα θαύμασι μεγίστοις καὶ θεοφανείαις ἐπὶ χρόνοις τεσσαράκοντα διαγαγὼν τὸν λαὸν ἐν τῇ ἐρήμῳ καὶ ἄρτῳ οὐρανίῳ διατρέφων, νόμον δέδωκε πλαξὶ λιθίναις θεόθεν γεγραμμένον, ὅνπερ ἐνεχείρισε τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους, τύπον ὄντα καὶ σκιαγραφίαν τῶν μελλόντων, τῶν μὲν εἰδώλων καὶ πάντων τῶν πονηρῶν ἀπάγοντα πράξεων, μόνον δὲ διδάσκοντα τὸν ὄντως ὄντα Θεὸν σέβεσθαι, καὶ τῶν ἀγαθῶν ἔργων ἀντέχεσθαι· τοιαύταις οὖν τερατουργίαις εἰσήγαγεν αὐτοὺς εἰς ἀγαθήν τινα γῆν, ἥνπερ πάλαι τῷ πατριάρχῃ ἐκείνῳ Ἀβραὰμ ἐπηγγείλατο δώσειν αὐτοῦ τῷ σπέρματι. καὶ μακρὸν ἂν εἴη διηγήσασθαι ὅσα εἰς αὐτοὺς ἐνεδείξατο μεγάλα καὶ θαυμαστά, 90 ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός, δι' ὧν πάντων τοῦτο ἦν τὸ σπουδαζόμενον πάσης ἀθέσμου λατρείας καὶ πράξεως τὸ τῶν ἀνθρώπων ἀποσπάσαι γένος, καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγαγεῖν κατάστασιν. ἀλλὰ καὶ ἔτι τῇ αὐτονομίᾳ τῆς πλάνης ἐδουλοῦτο ἡ φύσις ἡμῶν, καὶ ἐβασίλευε τῶν ἀνθρώπων ὁ θάνατος, τῇ τυραννίδι τοῦ διαβόλου, καὶ τῇ καταδίκῃ τοῦ ᾅδου πάντας παραπέμπων. Εἰς τοιαύτην οὖν συμφορὰν καὶ ταλαιπωρίαν ἐλθόντας ἡμᾶς οὐ παρεῖδεν ὁ πλάσας καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών, οὐδὲ ἀφῆκεν εἰς τέλος ἀπολέσθαι τὸ τῶν χειρῶν αὐτοῦ ἔργον, ἀλλ' εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος, ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ὁ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, ὁ προαιώνιος, ὁ ἄναρχος, ὁ ἐν ἀρχῇ ὤν, καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὤν, καὶ Θεὸς ὤν, συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστον καὶ ἀκατάληπτον, καί, Θεὸς ὢν τέλειος, ἄνθρωπος τέλειος γίνεται ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου, οὐκ ἐκ σπέρματος ἀνδρός, ἢ θελήματος, ἢ συναφείας, ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου συλληφθείς, ἀλλ' ἐκ Πνεύματος ἁγίου, καθὼς καὶ πρὸ τῆς συλλήψεως εἷς τῶν ἀρχαγγέλων ἀπεστάλη μηνύων τῇ Παρθένῳ τὴν ξένην σύλληψιν ἐκείνην καὶ τὸν ἄφραστον τόκον. ἀσπόρως γὰρ συνελήφθη ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ Πνεύματος ἁγίου, καὶ συμπήξας ἑαυτῷ ἐν τῇ μήτρᾳ τῆς Παρθένου σάρκα ἐμψυχουμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ, 92 προῆλθεν ἐν μιᾷ τῇ ὑποστάσει, δύο δὲ ταῖς φύσεσι, τέλειος Θεός, καὶ τέλειος ἄνθρωπος, ἄφθορον τὴν παρθενίαν τῆς τεκούσης καὶ μετὰ τὸν τόκον φυλάξας, καὶ ἐν πᾶσιν ὁμοιοπαθὴς ἡμῖν γενόμενος χωρὶς ἁμαρτίας, τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασεν. ἐπεὶ γὰρ δι' ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον, ἔδει τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον. Ἐπὶ τριάκοντα δὲ χρόνοις τοῖς ἀνθρώποις συναναστραφείς, ἐβαπτίσθη ἐν τῷ